Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὅτι κατὰ τὴν Ἑλλάδα μετὰ τὴν μάχην Τίτου παραχειμάζοντος ἐν Ἐλατείᾳ Βοιωτοί, σπουδάζοντες ἀνακομίσασθαι τοὺς ἄνδρας τοὺς παρʼ αὐτῶν στρατευσαμένους παρὰ τῷ Φιλίππῳ, διεπρεσβεύοντο περὶ τῆς ἀσφαλείας αὐτῶν πρὸς Τίτον.

ὁ δὲ βουλόμενος ἐκκαλεῖσθαι τοὺς Βοιωτοὺς πρὸς τὴν σφετέραν εὔνοιαν διὰ τὸ προορᾶσθαι τὸν Ἀντίοχον, ἑτοίμως συνεχώρησεν.

ταχὺ δὲ πάντων ἀνακομισθέντων ἐκ τῆς Μακεδονίας, ἐν οἷς ἦν καὶ Βραχύλλης, τοῦτον μὲν εὐθέως βοιωτάρχην κατέστησαν, παραπλησίως δὲ καὶ τοὺς ἄλλους τοὺς δοκοῦντας εἶναι φίλους τῆς Μακεδόνων οἰκίας ἐτίμων καὶ προῆγον οὐχ ἧττον ἢ πρότερον.

ἔπεμψαν δὲ καὶ πρεσβείαν πρὸς τὸν Φίλιππον τὴν εὐχαριστήσουσαν ἐπὶ τῇ τῶν νεανίσκων ἐπανόδῳ, λυμαινόμενοι τὴν τοῦ Τίτου χάριν.

ἃ συνορῶντες οἱ περὶ τὸν Ζεύξιππον καὶ Πεισίστρατον, καὶ πάντες οἱ δοκοῦντες εἶναι Ῥωμαίοις φίλοι δυσχερῶς ἔφερον, προορώμενοι τὸ μέλλον καὶ δεδιότες περὶ σφῶν αὐτῶν καὶ τῶν ἀναγκαίων·

σαφῶς γὰρ ᾔδεισαν ὡς, ἐὰν μὲν οἱ Ῥωμαῖοι χωρισθῶσιν ἐκ τῆς Ἑλλάδος, ὁ δὲ Φίλιππος μένῃ παρὰ πλευράν, συνεπισχύων αἰεὶ τοῖς πρὸς σφᾶς ἀντιπολιτευομένοις, οὐδαμῶς ἀσφαλῆ σφίσιν ἐσομένην τὴν ἐν τῇ Βοιωτίᾳ πολιτείαν.

διὸ καὶ συμφρονήσαντες ἐπρέσβευον πρὸς Τίτον εἰς τὴν Ἐλάτειαν.

συμμίξαντες δὲ τῷ προειρημένῳ πολλοὺς καὶ ποικίλους εἰς τοῦτο τὸ μέρος διετίθεντο λόγους, ὑποδεικνύντες τὴν ὁρμὴν τοῦ πλήθους τὴν οὖσαν ἤδη νῦν καθʼ αὑτῶν καὶ τὴν ἀχαριστίαν τῶν ὄχλων.

καὶ τέλος ἐθάρρησαν εἰπεῖν ὡς, ἐὰν μὴ τὸν Βραχύλλην ἐπανελόμενοι καταπλήξωνται τοὺς πολλούς, οὐκ ἔστιν ἀσφάλεια τοῖς Ῥωμαίων φίλοις χωρισθέντων τῶν στρατοπέδων.

ὁ δὲ Τίτος ταῦτα διακούσας αὐτὸς μὲν οὐκ ἔφη κοινωνεῖν τῆς πράξεως ταύτης, τοὺς δὲ βουλομένους πράττειν οὐ κωλύειν·

καθόλου δὲ λαλεῖν αὐτοὺς ἐκέλευε περὶ τούτων Ἀλεξαμενῷ τῷ τῶν Αἰτωλῶν στρατηγῷ.

τῶν δὲ περὶ τὸν Ζεύξιππον πειθαρχησάντων καὶ διαλεγομένων, ταχέως ὁ προειρημένος πεισθεὶς καὶ συγκαταθέμενος τοῖς λεγομένοις τρεῖς μὲν τῶν Αἰτωλικῶν συνέστησε, τρεῖς δὲ τῶν Ἰταλικῶν νεανίσκων τοὺς προσοίσοντας τὰς χεῖρας τῷ Βραχύλλῃ. —

οὐδεὶς γὰρ οὕτως οὔτε μάρτυς ἐστι φοβερὸς οὔτε κατήγορος δεινὸς ὡς ἡ σύνεσις ἡ κατοικοῦσʼ ἐν ταῖς ἑκάστων ψυχαῖς. —