Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὁ μὲν οὖν Ἀλέξανδρος ταῦτʼ εἰπὼν ἀπεσιώπησεν. ὁ δὲ Φίλιππος ἐγγίσας τῇ γῇ μᾶλλον ἢ πρόσθεν καὶ διαναστὰς ἐπὶ τῆς νεὼς Αἰτωλικὸν ἔφη καὶ θεατρικὸν διατεθεῖσθαι τὸν Ἀλέξανδρον λόγον.

σαφῶς γὰρ πάντας γινώσκειν ὅτι τοὺς ἰδίους συμμάχους ἑκὼν μὲν οὐδεὶς διαφθείρει, κατὰ δὲ τὰς τῶν καιρῶν περιστάσεις πολλὰ ποιεῖν ἀναγκάζεσθαι τοὺς ἡγουμένους παρὰ τὰς ἑαυτῶν προαιρέσεις.

ἔτι δὲ ταῦτα λέγοντος τοῦ βασιλέως ὁ Φαινέας, ἠλαττωμένος τοῖς ὄμμασιν ἐπὶ πλεῖον, ὑπέκρουε τὸν Φίλιππον, φάσκων αὐτὸν ληρεῖν· δεῖν γὰρ ἢ μαχόμενον νικᾶν ἢ ποιεῖν τοῖς κρείττοσι τὸ προσταττόμενον.

ὁ δὲ Φίλιππος, καίπερ ἐν κακοῖς ὤν, ὅμως οὐκ ἀπέσχετο τοῦ καθʼ αὑτὸν ἰδιώματος, ἀλλʼ ἐπιστραφείς "τοῦτο μὲν" ἔφησεν "ὦ Φαινέα, καὶ τυφλῷ δῆλον". ἦν γὰρ εὔθικτος καὶ πρὸς τοῦτο τὸ μέρος εὖ πεφυκὼς πρὸς τὸ διαχλευάζειν ἀνθρώπους.

αὖθις δὲ πρὸς τὸν Ἀλέξανδρον ἐπιστρέψας "ἐρωτᾷς με" φησὶν "Ἀλέξανδρε, διὰ τί Λυσιμάχειαν προσέλαβον;

ἵνα μὴ διὰ τὴν ὑμετέραν ὀλιγωρίαν ἀνάστατος ὑπὸ Θρᾳκῶν γένηται, καθάπερ νῦν γέγονεν ἡμῶν ἀπαγαγόντων τοὺς στρατιώτας διὰ τοῦτον τὸν πόλεμον, οὐ τοὺς φρουροῦντας αὐτήν, ὡς σὺ φής, ἀλλὰ τοὺς παραφυλάττοντας.

Κιανοῖς δʼ ἐγὼ μὲν οὐκ ἐπολέμησα, Προυσίου δὲ πολεμοῦντος βοηθῶν ἐκείνῳ συνεξεῖλον αὐτούς, ὑμῶν αἰτίων γενομένων·

πολλάκις γὰρ κἀμοῦ καὶ τῶν ἄλλων Ἑλλήνων διαπρεσβευομένων πρὸς ὑμᾶς, ἵνα τὸν νόμον ἄρητε τὸν διδόντα τὴν ἐξουσίαν ὑμῖν ἄγειν λάφυρον ἀπὸ λαφύρου, πρότερον ἔφατε τὴν Αἰτωλίαν ἐκ τῆς Αἰτωλίας ἀρεῖν ἢ τοῦτον τὸν νόμον."