Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τίς οὖν αἰτία τοῦ νικᾶν Ῥωμαίους καὶ τί τὸ σφάλλον ἐστὶ τοὺς ταῖς φάλαγξι χρωμένους;

ὅτι συμβαίνει τὸν μὲν πόλεμον ἀορίστους ἔχειν καὶ τοὺς καιροὺς καὶ τοὺς τόπους τοὺς πρὸς τὴν χρείαν, τῆς δὲ φάλαγγος ἕνα καιρὸν εἶναι καὶ τόπων ἓν γένος, ἐν οἷς δύναται τὴν αὑτῆς χρείαν ἐπιτελεῖν.

εἰ μὲν οὖν τις ἦν ἀνάγκη τοῖς ἀντιπάλοις εἰς τοὺς τῆς φάλαγγος καιροὺς καὶ τόπους συγκαταβαίνειν, ὅτε μέλλοιεν κρίνεσθαι περὶ τῶν ὅλων, εἰκὸς ἦν κατὰ τὸν ἄρτι λόγον ἀεὶ φέρεσθαι τὸ πρωτεῖον τοὺς ταῖς φάλαγξι χρωμένους·

εἰ δὲ δυνατὸν ἐκκλίνειν καὶ τοῦτο ποιεῖν ῥᾳδίως, πῶς ἂν ἔτι φοβερὸν εἴη τὸ προειρημένον σύνταγμα;

καὶ μὴν ὅτι χρείαν ἔχει τόπων ἐπιπέδων καὶ ψιλῶν ἡ φάλαγξ, πρὸς δὲ τούτοις μηδὲν ἐμπόδιον ἐχόντων, λέγω δʼ οἷον τάφρους, ἐκρήγματα, συναγκείας, ὀφρῦς, ῥεῖθρα ποταμῶν, ὁμολογούμενόν ἐστι.

πάντα γὰρ τὰ προειρημένα παραποδίζειν καὶ λύειν τὴν τοιαύτην τάξιν ἱκανὰ γίνεται.

διότι δʼ εὑρεῖν τόπους ποτὲ μὲν ἐπὶ σταδίους εἴκοσι, ποτὲ δὲ καὶ πλείους, ἐν οἷς μηδέν τι τοιοῦτον ὑπάρχει, σχεδόν, ὡς εἰπεῖν, ἀδύνατόν ἐστιν, εἰ δὲ μή γε, τελέως σπάνιον, καὶ τοῦτο πᾶς ἄν τις ὁμολογήσειεν.

οὐ μὴν ἀλλʼ ἔστω τόπους εὑρῆσθαι τοιούτους. ἐὰν οὖν οἱ [μὲν] πολεμοῦντες εἰς μὲν τούτους μὴ συγκαταβαίνωσι, περιπορευόμενοι δὲ πορθῶσι τὰς πόλεις καὶ τὴν χώραν τὴν τῶν συμμάχων, τί τῆς τοιαύτης ὄφελος ἔσται συντάξεως;

μένουσα μὲν γὰρ ἐν τοῖς ἐπιτηδείοις αὑτῇ τόποις οὐχ οἷον ὠφελεῖν δύναιτʼ ἂν τοὺς φίλους, ἀλλʼ οὐδʼ ἑαυτὴν σῴζειν.

αἱ γὰρ τῶν ἐπιτηδείων παρακομιδαὶ κωλυθήσονται ῥᾳδίως ὑπὸ τῶν πολεμίων, ὅταν ἀκονιτὶ κρατῶσι τῶν ὑπαίθρων·

ἐὰν δʼ ἀπολιποῦσα τοὺς οἰκείους τόπους βούληταί τι πράττειν, εὐχείρωτος ἔσται τοῖς πολεμίοις.

οὐ μὴν ἀλλὰ κἂν εἰς τοὺς ἐπιπέδους συγκαταβάς τις τόπους μὴ πᾶν ἅμα τὸ σφέτερον στρατόπεδον ὑπὸ τὴν ἐπαγωγὴν τῆς φάλαγγος καὶ τὸν ἕνα καιρὸν ὑποβάλῃ, βραχέα δὲ φυγομαχήσῃ κατʼ αὐτὸν τὸν τοῦ κινδύνου καιρόν, εὐθεώρητον γίνεται τὸ συμβησόμενον ἐξ ὧν