Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ταῦτα δʼ εἰπόντος τοῦ Φαινέου τοῦ τῶν Αἰτωλῶν στρατηγοῦ, μεταλαβὼν Ἀλέξανδρος ὁ προσαγορευόμενος Ἴσιος, ἀνὴρ δοκῶν πραγματικὸς εἶναι καὶ λέγειν ἱκανός,

οὔτε διαλύεσθαι νῦν ἔφησε τὸν Φίλιππον ἀληθινῶς οὔτε πολεμεῖν γενναίως, ὅταν δέῃ τοῦτο πράττειν, ἀλλʼ ἐν μὲν τοῖς συλλόγοις καὶ ταῖς ὁμιλίαις ἐνεδρεύειν καὶ παρατηρεῖν καὶ ποιεῖν τὰ τοῦ πολεμοῦντος ἔργα, κατʼ αὐτὸν δὲ τὸν πόλεμον ἀδίκως ἵστασθαι καὶ λίαν ἀγεννῶς·

ἀφέντα γὰρ τοῦ κατὰ πρόσωπον ἀπαντᾶν τοῖς πολεμίοις, φεύγοντα τὰς πόλεις ἐμπιπράναι καὶ διαρπάζειν καὶ διὰ ταύτης τῆς προαιρέσεως ἡττώμενον τὰ τῶν νικώντων ἆθλα λυμαίνεσθαι.

καίτοι γε τοὺς πρότερον Μακεδόνων βεβασιλευκότας οὐ ταύτην ἐσχηκέναι τὴν πρόθεσιν, ἀλλὰ τὴν ἐναντίαν· μάχεσθαι μὲν γὰρ πρὸς ἀλλήλους συνεχῶς ἐν τοῖς ὑπαίθροις, τὰς δὲ πόλεις σπανίως ἀναιρεῖν καὶ καταφθείρειν.

τοῦτο δʼ εἶναι πᾶσι φανερὸν ἔκ τε τοῦ πολέμου τοῦ περὶ τὴν Ἀσίαν, ὃν Ἀλέξανδρος ἐπολέμησε πρὸς Δαρεῖον, ἔκ τε τῆς τῶν διαδεξαμένων ἀμφισβητήσεως, καθʼ ἣν ἐπολέμησαν πάντες πρὸς Ἀντίγονον ὑπὲρ τῆς Ἀσίας.

παραπλησίως δὲ καὶ τοὺς τούτους διαδεξαμένους μέχρι Πύρρου κεχρῆσθαι τῇ προαιρέσει ταύτῃ·

διακινδυνεύειν μὲν γὰρ πρὸς αὑτοὺς ἐν τοῖς ὑπαίθροις προχείρως καὶ πάντα ποιεῖν εἰς τὸ καταγωνίσασθαι διὰ τῶν ὅπλων ἀλλήλους, τῶν δὲ πόλεων φείδεσθαι χάριν τοῦ τοὺς νικήσαντας ἡγεῖσθαι τούτων καὶ τιμᾶσθαι παρὰ τοῖς ὑποταττομένοις.

τὸ δʼ ἀναιροῦντα περὶ ὧν ὁ πόλεμός ἐστι τὸν πόλεμον αὐτὸν καταλιπεῖν μανίας ἔργον εἶναι, καὶ ταύτης ἐρρωμένης, ὃ νῦν ποιεῖν τὸν Φίλιππον·

τοσαύτας γὰρ διεφθαρκέναι πόλεις ἐν Θετταλίᾳ, φίλον ὄντα καὶ σύμμαχον, καθʼ ὃν καιρὸν ἐκ τῶν ἐν Ἠπείρῳ στενῶν ἐποιεῖτο τὴν σπουδήν, ὅσας οὐδείς ποτε τῶν Θετταλοῖς πεπολεμηκότων διέφθειρε.

πολλὰ δὲ καὶ ἕτερα πρὸς ταύτην τὴν ὑπόθεσιν διαλεχθεὶς τελευταίοις ἐχρήσατο τούτοις.

ἤρετο γὰρ τὸν Φίλιππον διὰ τί Λυσιμάχειαν μετʼ Αἰτωλῶν ταττομένην καὶ στρατηγὸν ἔχουσαν παρʼ αὐτῶν ἐκβαλὼν τοῦτον κατάσχοι φρουρᾷ τὴν πόλιν·

διὰ τί δὲ Κιανούς, παραπλησίως μετʼ Αἰτωλῶν συμπολιτευομένους ἐξανδραποδίσαιτο, φίλος ὑπάρχων Αἰτωλοῖς· τί δὲ λέγων κατέχει νῦν Ἐχῖνον καὶ Θήβας τὰς Φθίας καὶ Φάρσαλον καὶ Λάρισαν.