Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

διὰ τὰς προειρημένας αἰτίας. ἀλλʼ ὅμως πρὸς ἕκαστα τούτων οὕτως ἐνδεχομένως Ἀννίβας ἐκ τῶν κατὰ λόγον ἡρμόσατο παρʼ αὐτὸν τὸν καιρὸν ὥσθʼ ὑπερβολὴν μὴ καταλιπεῖν.

τὸ μὲν γὰρ τῶν ἐλεφάντων πλῆθος ἐξ αὐτῆς παρεσκευάσατο καὶ τότε προεβάλετο χάριν τοῦ συνταράξαι καὶ διασπάσαι τὰς τάξεις τῶν ὑπεναντίων·

τοὺς δὲ μισθοφόρους προέταξε καὶ τοὺς Καρχηδονίους ἔθηκε μετὰ τούτους ἕνεκα τοῦ προεκλῦσαι μὲν τῷ κόπῳ τὰ σώματα τῶν πολεμίων, ἀχρειῶσαι δὲ τὰς ἀκμὰς τῶν ὅπλων διὰ τὸ πλῆθος τῶν φονευομένων, ἀναγκάσαι δὲ τοὺς Καρχηδονίους μέσους ὄντας μένειν καὶ μάχεσθαι κατὰ τὸν ποιητὴν

ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζοι.

τοὺς δὲ μαχιμωτάτους καὶ στασιμωτάτους τῶν ἀνδρῶν ἐν ἀποστάσει παρενέβαλε χάριν τοῦ προορωμένους ἐκ πολλοῦ τὸ συμβαῖνον καὶ διαμένοντας ἀκεραίους τοῖς τε σώμασι καὶ ταῖς ψυχαῖς σὺν καιρῷ χρήσασθαι ταῖς σφετέραις ἀρεταῖς.

εἰ δὲ πάντα τὰ δυνατὰ ποιήσας πρὸς τὸ νικᾶν ἐσφάλη τὸν πρὸ τούτου χρόνον ἀήττητος ὤν, συγγνώμην δοτέον·

ἔστι μὲν γὰρ ὅτε καὶ ταὐτόματον ἀντέπραξε ταῖς ἐπιβολαῖς τῶν ἀγαθῶν ἀνδρῶν, ἔστι δʼ ὅτε πάλιν κατὰ τὴν παροιμίαν

ἐσθλὸς ἐὼν ἄλλου κρείττονος ἀντέτυχεν· ὃ δὴ καὶ τότε γεγονέναι περὶ ἐκεῖνον φήσειεν ἄν τις. —