Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

οὐ μὴν ἀλλὰ τῆς ἡμέρας ἐπιγενομένης, καὶ τῶν πολεμίων τῶν μὲν ἀπολωλότων, τῶν δὲ προτροπάδην πεφευγότων, παρακαλέσας τοὺς χιλιάρχους ἐκ ποδὸς ἐπηκολούθει.

τὰς μὲν οὖν ἀρχὰς ὁ Καρχηδόνιος ὑπέμενε, καίπερ αὐτῷ προσαγγελίας γενομένης· τοῦτο δʼ ἐποίει πιστεύων τῇ τῆς πόλεως ὀχυρότητι.

μετὰ δὲ ταῦτα συνθεωρήσας τοὺς ἐγχωρίους στασιάζοντας, καταπλαγεὶς τὴν ἔφοδον τοῦ Σκιπίωνος, ἔφευγε μετὰ τῶν διασεσωσμένων· οὗτοι δʼ ἦσαν ἱππεῖς μὲν οὐκ ἐλάττους πεντακοσίων, πεζοὶ δὲ περὶ δισχιλίους.

οἱ δʼ ἐγχώριοι συμφρονήσαντες ἐπέτρεψαν περὶ σφῶν αὐτῶν τοῖς Ῥωμαίοις.

ὁ δὲ Πόπλιος τούτων μὲν ἐφείσατο, δύο δὲ τὰς παρακειμένας πόλεις ἐφῆκε τοῖς στρατοπέδοις διαρπάζειν, καὶ ταῦτα διαπραξάμενος αὖθις ἐπὶ τὴν ἐξ ἀρχῆς ἐπανῄει παρεμβολήν.

οἱ δὲ Καρχηδόνιοι, παλιντρόπου τῆς ἐλπίδος αὐτοῖς ἀποβαινούσης πρὸς τὰς ἐξ ἀρχῆς ἐπιβολάς, βαρέως ἔφερον τὸ γεγονός·

ἐλπίσαντες γὰρ πολιορκήσειν τοὺς Ῥωμαίους συγκλείσαντες εἰς τὴν ἄκραν τὴν προσοῦσαν τῆς Ἰτύκης, ἐν ᾗ τὴν παραχειμασίαν ἐποιοῦντο, κατὰ γῆν μὲν τοῖς πεζοῖς στρατεύμασι, κατὰ θάλατταν δὲ ταῖς ναυτικαῖς δυνάμεσι, καὶ πρὸς τοῦτο πάσας ἡτοιμακότες τὰς παρασκευάς,

ἅμα τῷ μὴ μόνον τῶν ὑπαίθρων οὕτως ἀλόγως καὶ παραδόξως ἐκχωρῆσαι τοῖς ὑπεναντίοις, ἀλλὰ καὶ τὸν περὶ σφῶν αὐτῶν καὶ τῆς πατρίδος ὅσον οὐκ ἤδη προσδοκᾶν κίνδυνον, τελέως ἐκπλαγεῖς ἦσαν καὶ περίφοβοι ταῖς ψυχαῖς.

οὐ μὴν ἀλλὰ τῶν πραγμάτων ἀναγκαζόντων ποιεῖσθαι πρόνοιαν καὶ βουλὴν ὑπὲρ τοῦ μέλλοντος, ἦν τὸ συνέδριον ἀπορίας καὶ ποικίλων καὶ τεταραγμένων ἐπινοημάτων πλῆρες.

οἱ μὲν γὰρ ἔφασαν δεῖν πέμπειν ἐπὶ τὸν Ἀννίβαν καὶ καλεῖν ἐκ τῆς Ἰταλίας, ὡς μιᾶς ἔτι καταλειπομένης ἐλπίδος τῆς ἐν ἐκείνῳ τῷ στρατηγῷ καὶ ταῖς μετʼ ἐκείνου δυνάμεσιν,

οἱ δὲ διαπρεσβεύεσθαι πρὸς τὸν Πόπλιον ὑπὲρ ἀνοχῶν καὶ λαλεῖν ὑπὲρ διαλύσεων καὶ συνθηκῶν, ἕτεροι δὲ θαρρεῖν καὶ συνάγειν τὰς δυνάμεις καὶ διαπέμπεσθαι πρὸς τὸν Σόφακα·

καὶ γὰρ πλησίον αὐτὸν εἰς τὴν Ἄββαν ἀποκεχωρηκέναι, συναθροίζειν δὲ τοὺς ἀπὸ τοῦ κινδύνου διαφυγόντας. καὶ δὴ καὶ τέλος αὕτη τῶν γνωμῶν ἐπεκράτησεν.

οὗτοι μὲν οὖν τάς τε δυνάμεις ἥθροιζον,

ἐκπέμψαντες τὸν Ἀσδρούβαν, καὶ διεπέμψαντο πρὸς τὸν Σόφακα, δεόμενοι σφίσι βοηθεῖν καὶ μένειν ἐπὶ τῶν ὑποκειμένων κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν, ὡς αὐτίκα μάλα τοῦ στρατηγοῦ μετὰ τῶν δυνάμεων