Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἴσως δέ τινες ἐπαπορήσουσι πῶς ἡμεῖς τὰς ἄλλας πράξεις ἁπάσας κατʼ ἐνιαυτὸν γράφοντες τὰς καταλλήλους περὶ μόνων τῶν κατʼ Αἴγυπτον ἐν καιρῷ τῷ νῦν ἐκ πλείονος χρόνου πεποιήμεθα τὴν ἐξήγησιν.

ἡμεῖς δὲ τοῦτο πεποιήκαμεν διά τινας τοιαύτας αἰτίας.

Πτολεμαῖος ὁ βασιλεύς, περὶ οὗ νῦν ὁ λόγος, ὁ Φιλοπάτωρ, μετὰ τὸ συντελεσθῆναι τὸν περὶ Κοίλην Συρίαν πόλεμον ἀποστὰς πάντων τῶν καλῶν ἐτράπη πρὸς βίον ἄσωτον καὶ τοιοῦτον οἷον ἀρτίως διεληλύθαμεν.

ὀψὲ δέ ποτε βιασθεὶς ὑπὸ τῶν πραγμάτων ἐνέπεσεν εἰς τὸν νῦν δεδηλωμένον πόλεμον, ὃς χωρὶς τῆς εἰς ἀλλήλους ὠμότητος καὶ παρανομίας οὔτε παράταξιν οὔτε ναυμαχίαν οὔτε πολιορκίαν οὔθʼ ἕτερον οὐδὲν ἔσχε μνήμης ἄξιον.

διόπερ ὑπέδραμεν οὕτω κἀμοὶ τῷ γράφοντι ῥᾳδίαν ἔσεσθαι καὶ τοῖς ἀναγινώσκουσιν εὐμαθεστέραν τὴν διήγησιν, εἰ μὴ κατʼ ἐνιαυτὸν ἐπιψαύων μικρῶν [καὶ] οὐκ ἀξίων ἐπιστάσεως πραγμάτων ἀποδιδοίην τὸν λόγον, ἀλλʼ εἰσάπαξ οἷον εἰ σωματοειδῆ ποιήσας τὴν τοῦ βασιλέως προαίρεσιν ἀπαγγείλαιμι περὶ αὐτῆς.