Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

καὶ τὰ λοιπὰ δʼ ἦν τούτοις ὅμοια καὶ σύστοιχα κατὰ τὴν ἀρχήν.

ἐκοινώνει μὲν γὰρ τοῖς Κρησὶ τῶν κατὰ θάλατταν λῃστειῶν· εἶχε δὲ καθʼ ὅλην τὴν Πελοπόννησον ἱεροσύλους, ὁδοιδόκους, φονέας, οἷς μερίτης γινόμενος τῶν ἐκ τῆς ῥᾳδιουργίας λυσιτελῶν ὁρμητήριον καὶ καταφυγὴν παρείχετο τούτοις τὴν Σπάρτην.

πλὴν κατά γε τοὺς καιροὺς τούτους ξένοι τῶν ἀπὸ τῆς Βοιωτίας εἰς τὴν Λακεδαίμονα παρεπιδημήσαντες ἐψυχαγώγησάν τινα τῶν τοῦ Νάβιδος ἱπποκόμων ὥστε συναποχωρῆσαι μεθʼ ἑαυτῶν ἔχοντα λευκὸν ἵππον, ὃς ἐδόκει γενναιότατος εἶναι τῶν ἐκ τῆς τυραννικῆς ἱπποστάσεως.

τοῦτο δὲ πεισθέντος καὶ πράξαντος τοῦ προειρημένου, καταδιώξαντες οἱ παρὰ τοῦ Νάβιδος εἰς τὴν Μεγάλην πόλιν καὶ καταλαβόντες τὸν μὲν ἵππον εὐθὺς ἀπῆγον καὶ τὸν ἱπποκόμον, οὐδενὸς ἀντιποιουμένου, μετὰ δὲ ταῦτα καὶ τοῖς ξένοις ἐπέβαλον τὰς χεῖρας.

οἱ δὲ Βοιωτοὶ τὸ μὲν πρῶτον ἠξίουν ἄγειν αὑτοὺς ἐπὶ τὴν ἀρχήν· οὐδενὸς δὲ προσέχοντος ἀνεβόα τις τῶν ξένων "

3βοήθεια"3. συνδραμόντων δὲ τῶν ἐγχωρίων καὶ μαρτυρομένων τοὺς ἄνδρας ἐπανάγειν ἐπὶ τὴν ἀρχήν, ἠναγκάσθησαν προιέμενοι τοὺς ἀνθρώπους οἱ παρὰ τοῦ Νάβιδος ἀπελθεῖν.

ὁ δὲ πάλαι ζητῶν ἀφορμὰς ἐγκλημάτων καὶ πρόφασιν εὔλογον διαφορᾶς, τότε λαβόμενος ταύτης εὐθέως ἤλαυνε τὰ Προαγόρου θρέμματα καί τινων ἑτέρων. ἐξ ὧν ἐγένετο καταρχὴ τοῦ πολέμου.