Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὅτι Σκόπας Αἰτωλῶν στρατηγὸς ἀποτυχὼν τῆς ἀρχῆς, ἧς χάριν ἐτόλμα γράφειν τοὺς νόμους, μετέωρος ἦν εἰς τὴν Ἀλεξάνδρειαν, ταῖς ἐκεῖθεν ἐλπίσι πεπεισμένος ἀναπληρώσειν τὰ λείποντα τοῦ βίου καὶ τὴν τῆς ψυχῆς πρὸς τὸ πλεῖον ἐπιθυμίαν, οὐκ εἰδὼς ὅτι,

καθάπερ ἐπὶ τῶν ὑδρωπικῶν οὐδέποτε ποιεῖ παῦλαν οὐδὲ κόρον τῆς ἐπιθυμίας ἡ τῶν ἔξωθεν ὑγρῶν παράθεσις, ἐὰν μὴ τὴν ἐν αὐτῷ τῷ σώματι διάθεσιν ὑγιάσῃ τις, τὸν αὐτὸν τρόπον οὐδὲ τὴν πρὸς τὸ πλεῖον ἐπιθυμίαν οἷόν τε κορέσαι μὴ οὐ τὴν ἐν τῇ ψυχῇ κακίαν λόγῳ τινὶ διορθωσάμενον. ἐμφανέστατον δὲ τοῦτο συνέβη γενέσθαι περὶ τὸν ἄνδρα τοῦτον, ὑπὲρ οὗ νῦν ὁ λόγος.

τούτῳ γὰρ εἰς Ἀλεξάνδρειαν ἀφικομένῳ πρὸς ταῖς ἐκ τῶν ὑπαίθρων ὠφελείαις, ὧν ἦν αὐτὸς κύριος διὰ τὸ πιστεύεσθαι περὶ τῶν ὅλων, καὶ τῆς ἡμέρας ἑκάστης ὀψώνιον ἐξέθηκεν ὁ βασιλεὺς αὐτῷ μὲν δεκαμναιαῖον, τοῖς δʼ ἐπί τινος ἡγεμονίας μετʼ αὐτὸν τεταγμένοις μναιαῖον.

ἀλλʼ ὅμως οὐκ ἠρκεῖτο τούτοις, ὃς τὸ πρότερον προσκαρτερῶν τῷ πλείονι διετέλεσε,

μέχρι διὰ τὴν ἀπληστίαν καὶ παρʼ αὐτοῖς τοῖς διδοῦσι φθονηθεὶς τὸ πνεῦμα προσέθηκε τῷ χρυσίῳ. —