Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἵνα δὲ καὶ περὶ ταῦτα βεβαιωσώμεθα τὴν ἀπόφασιν τὴν ὑπὲρ Τιμαίου, καθάπερ καὶ τὴν ὑπὲρ τῆς ἀγνοίας, ἔτι δὲ τῆς ἑκουσίου ψευδογραφίας, βραχέα προοισόμεθα τῶν ὁμολογουμένων αὐτοῦ λόγων ἐπʼ ὀνόματος.

— ὅτι τῶν δεδυναστευκότων ἐν Σικελίᾳ μετὰ Γέλωνα τὸν ἀρχαῖον πραγματικωτάτους ἄνδρας παρειλήφαμεν Ἑρμοκράτην, Τιμολέοντα, Πύρρον τὸν Ἠπειρώτην, οἷς ἥκιστʼ ἂν δέοι περιάπτειν μειρακιώδεις καὶ διατριβικοὺς λόγους.

ὁ δέ φησιν ἐν τῇ μιᾷ καὶ εἰκοστῇ βύβλῳ, καθʼ ὃν καιρὸν Εὐρυμέδων παραγενόμενος εἰς Σικελίαν παρεκάλει τὰς πόλεις εἰς τὸν κατὰ τῶν Συρακοσίων πόλεμον, τότε τοὺς Γελῴους κάμνοντας τῷ πολέμῳ διαπέμψασθαι πρὸς τοὺς Καμαριναίους ὑπὲρ ἀνοχῶν·

τῶν δὲ προθύμως δεξαμένων, μετὰ ταῦτα πρεσβεύειν ἑκατέρους πρὸς τοὺς ἑαυτῶν συμμάχους καὶ παρακαλεῖν ἄνδρας ἐκπέμψαι πιστούς, οἵτινες εἰσελθόντες εἰς Γέλαν βουλεύσονται περὶ διαλύσεως καὶ τῶν κοινῇ συμφερόντων.

παραγενομένων δὲ τῶν συνέδρων, καὶ διαβουλίου προτεθέντος τοιούτοις τισὶ χρώμενον εἰσάγει λόγοις τὸν Ἑρμοκράτην.

ἐπαινέσας γὰρ ὁ προειρημένος ἀνὴρ τοὺς Γελῴους καὶ τοὺς Καμαριναίους, πρῶτον μὲν ὡς αὐτῶν ποιησάντων τὰς ἀνοχάς, δεύτερον ὅτι τοῦ περὶ διαλύσεως γενέσθαι λόγους αἴτιοι καθεστήκασι, τρίτον ὅτι προνοηθεῖεν τοῦ μὴ βουλεύεσθαι τὰ πλήθη περὶ τῶν διαλύσεων, ἀλλὰ τοὺς προεστῶτας τῶν πολιτῶν τοὺς σαφῶς εἰδότας τίνα διαφορὰν ὁ πόλεμος ἔχει τῆς εἰρήνης,

μετὰ δὲ ταῦτα δύʼ ἢ τρία λαβὼν ἐπιχειρήματα πραγματικά, λοιπόν φησιν αὐτοὺς ἐπιστήσαντας μαθεῖν ἡλίκην ὁ πόλεμος διαφορὰν ἔχει τῆς εἰρήνης, μικρῷ πρότερον εἰρηκὼς ὅτι κατʼ αὐτὸ τοῦτο χάριν ἔχει τοῖς Γελῴοις τὸ μὴ γίνεσθαι τοὺς λόγους ἐν τοῖς πολλοῖς ἀλλʼ ἐν συνεδρίῳ καλῶς γινώσκοντι τὰς τοιαύτας περιπετείας.

ἐξ ὧν ὁ Τίμαιος οὐ μόνον τῆς πραγματικῆς ἂν δόξειεν ἀπολείπεσθαι δυνάμεως, ἀλλὰ καὶ τῶν ἐν ταῖς διατριβαῖς ἐπιχειρήσεων οὐκ ὀλίγον ἐλαττοῦσθαι.

πάντες γὰρ δήπουθεν οἴονται δεῖν τὰς ἀποδείξεις φέρειν τῶν ἀγνοουμένων καὶ τῶν ἀπιστουμένων παρὰ τοῖς ἀκροαταῖς, περὶ δὲ τῶν ἤδη γινωσκομένων ματαιότατον εἶναι πάντων καὶ παιδαριωδέστατον τὸ καθευρεσιλογεῖν --- μενον ἢ τὸ γινωσκόμενον.

ὁ δὲ χωρὶς τῆς ὅλης παραπτώσεως τοῦ διατεθεῖσθαι τὸ πλεῖστον μέρος τοῦ λόγου πρὸς τὰ καθάπαξ μὴ προσδεόμενα λόγου καὶ λήμμασι κέχρηται τοιούτοις,

οἷς τὸν μὲν Ἑρμοκράτην τίς ἂν κεχρῆσθαι πιστεύσειε, τὸν συναγωνισάμενον μὲν Λακεδαιμονίοις τὴν ἐν Αἰγὸς ποταμοῖς ναυμαχίαν, αὐτανδρὶ δὲ χειρωσάμενον τὰς Ἀθηναίων δυνάμεις καὶ τοὺς στρατηγοὺς κατὰ Σικελίαν, ἀλλʼ οὐδὲ μει