Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

μετὰ δὲ ταῦτά φησι μετωπηδὸν ἄγειν τὴν δύναμιν, ἀπέχοντα τῶν πολεμίων περὶ τετταράκοντα σταδίους.

τούτου δὲ μεῖζον ἀλόγημα δυσχερὲς ἐπινοῆσαι· ποῦ γὰρ ἂν εὕροι τις τοιούτους τόπους, ἄλλως τε καὶ κατὰ Κιλικίαν, ὥστʼ ἐπὶ σταδίους εἴκοσι μὲν τὸ πλάτος τετταράκοντα δὲ τὸ μῆκος μετωπηδὸν ἄγειν φάλαγγα σαρισοφόρον;

τοσαῦτα γάρ ἐστιν ἐμπόδια πρὸς τὴν τοιαύτην τάξιν καὶ χρείαν, ἅ τις οὐδʼ ἂν ἐξαριθμήσαιτο ῥᾳδίως. ἓν δὲ τῶν ὑπʼ αὐτοῦ Καλλισθένους λεγομένων ἱκανὸν ὑπάρχει πρὸς πίστιν·

τοὺς γὰρ ἀπὸ τῶν ὀρῶν χειμάρρους καταφερομένους τοσαῦτά φησι ποιεῖν ἐκρήγματα κατὰ τὸ πεδίον ὥστε καὶ τῶν Περσῶν κατὰ τὴν φυγὴν διαφθαρῆναι λέγουσι τοὺς πλείστους ἐν τοῖς τοιούτοις κοιλώμασι.

νὴ Δίʼ, ἀλλʼ ἕτοιμος ἐβούλετʼ εἶναι πρὸς τὴν τῶν πολεμίων ἐπιφάνειαν.

τί δʼ ἀνετοιμότερον φάλαγγος ἐν μετώπῳ διαλελυμένης καὶ διεσταμένης; πόσῳ γὰρ ἐκ πορευτικῆς ἀγωγῆς ἁρμοζούσης παρατάξαι ῥᾷον ἢ διαλελυμένην ἐν μετώπῳ καὶ διεσπασμένην δύναμιν ἐπὶ τὴν αὐτὴν εὐθεῖαν ἀγαγεῖν καὶ συστῆσαι πρὸς μάχην ἐν τόποις ὑλώδεσι καὶ περικεκλασμένοις;

διόπερ οὐδὲ παρὰ μικρὸν ἦν κρεῖττον ἄγειν διφαλαγγίαν ἢ τετραφαλαγγίαν ἁρμόζουσαν, ᾗ καὶ τόπον πορείας εὑρεῖν οὐκ ἀδύνατον, καὶ τὸ παρατάξαι ταχέως ῥᾴδιόν γε, δυνάμενον διὰ τῶν προδρόμων ἐκ πολλοῦ γινώσκειν τὴν τῶν πολεμίων παρουσίαν.

ὁ δὲ χωρὶς τῶν ἄλλων οὐδὲ τοὺς ἱππεῖς προέθετο, μετωπηδὸν ἄγων τὴν δύναμιν ἐν τόποις ἐπιπέδοις, ἀλλʼ ἐξ ἴσου ποιεῖ τοῖς πεζοῖς.