Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

καὶ γὰρ αὐτὸς ἦν ὁ Εὐθύδημος Μάγνης, πρὸς ὃν ἀπελογίζετο φάσκων ὡς οὐ δικαίως αὐτὸν Ἀντίοχος ἐκ τῆς βασιλείας ἐκβαλεῖν σπουδάζει·

γεγονέναι γὰρ οὐκ αὐτὸς ἀποστάτης τοῦ βασιλέως, ἀλλʼ ἑτέρων ἀποστάντων ἐπανελόμενος τοὺς ἐκείνων ἐκγόνους, οὕτως κρατῆσαι τῆς Βακτριανῶν ἀρχῆς.

καὶ πλείω δὲ πρὸς ταύτην τὴν ὑπόθεσιν διαλεχθεὶς ἠξίου τὸν Τηλέαν μεσιτεῦσαι τὴν διάλυσιν εὐνοϊκῶς, παρακαλέσαντα τὸν Ἀντίοχον μὴ φθονῆσαι τῆς ὀνομασίας αὑτῷ τῆς τοῦ βασιλέως καὶ προστασίας,

ὥς γʼ ἐὰν μὴ συγχωρῇ τοῖς ἀξιουμένοις, οὐδετέρῳ τῆς ἀσφαλείας ὑπαρχούσης·

πλήθη γὰρ οὐκ ὀλίγα παρεῖναι τῶν Νομάδων, διʼ ὧν κινδυνεύειν μὲν ἀμφοτέρους, ἐκβαρβαρωθήσεσθαι δὲ τὴν χώραν ὁμολογουμένως, ἐὰν ἐκείνους προσδέχωνται.

ταῦτα δʼ εἰπὼν ἐξαπέστειλε τὸν Τηλέαν πρὸς τὸν Ἀντίοχον.

ὁ δὲ βασιλεύς, πάλαι περιβλεπόμενος λύσιν τῶν πραγμάτων, πυθόμενος ταῦτα παρὰ τοῦ Τηλέου, προθύμως ὑπήκουσε πρὸς τὰς διαλύσεις διὰ τὰς προειρημένας αἰτίας.

τοῦ δὲ Τηλέου προσανακάμψαντος καὶ πολλάκις πρὸς ἀμφοτέρους, τέλος Εὐθύδημος ἐξέπεμψε Δημήτριον τὸν υἱὸν βεβαιώσοντα τὰς ὁμολογίας· ὃν ὁ βασιλεὺς ἀποδεξάμενος,

καὶ νομίσας ἄξιον εἶναι τὸν νεανίσκον βασιλείας καὶ κατὰ τὴν ἐπιφάνειαν καὶ κατὰ τὴν ἔντευξιν καὶ προστασίαν, πρῶτον μὲν ἐπηγγείλατο δώσειν αὐτῷ μίαν τῶν ἑαυτοῦ θυγατέρων· δεύτερον δὲ συνεχώρησε τῷ πατρὶ τὸ τῆς βασιλείας ὄνομα.

περὶ δὲ τῶν λοιπῶν ἐγγράπτους ποιησάμενος ὁμολογίας καὶ συμμαχίαν ἔνορκον, ἀνέζευξε σιτομετρήσας δαψιλῶς τὴν δύναμιν, προσλαβὼν καὶ τοὺς ὑπάρχοντας ἐλέφαντας τοῖς περὶ τὸν Εὐθύδημον.

ὑπερβαλὼν δὲ τὸν Καύκασον καὶ κατάρας εἰς τὴν Ἰνδικήν, τήν τε φιλίαν ἀνενεώσατο τὴν πρὸς τὸν Σοφαγασῆνον τὸν βασιλέα τῶν Ἰνδῶν,

καὶ λαβὼν ἐλέφαντας, ὥστε γενέσθαι τοὺς ἅπαντας εἰς ἑκατὸν καὶ πεντήκοντʼ, ἔτι δὲ σιτομετρήσας πάλιν ἐνταῦθα τὴν δύναμιν, αὐτὸς μὲν ἀνέζευξε μετὰ τῆς στρατιᾶς, Ἀνδροσθένην δὲ τὸν Κυζικηνὸν ἐπὶ τῆς ἀνακομιδῆς ἀπέλιπε τῆς γάζης τῆς ὁμολογηθείσης αὐτῷ παρὰ τοῦ βασιλέως.

διελθὼν δὲ τὴν Ἀραχωσίαν καὶ περαιωθεὶς τὸν Ἐρύμανθον ποταμόν, ἧκε διὰ τῆς Δραγγηνῆς εἰς τὴν Καρμανίαν, οὗ καὶ συνάπτοντος ἤδη τοῦ χειμῶνος ἐποιήσατο τὴν παραχειμασίαν.

τὸ μὲν οὖν πέρας τῆς εἰς τοὺς ἄνω τόπους στρατείας Ἀντιόχου τοιαύτην ἔλαβε τὴν συντέλειαν, διʼ ἧς οὐ μόνον τοὺς ἄνω σατράπας ὑπηκόους ἐποιήσατο τῆς ἰδίας ἀρχῆς, ἀλλὰ καὶ τὰς ἐπιθαλαττίους πόλεις καὶ τοὺς ἐπὶ τάδε τοῦ Ταύρου δυνάστας,

καὶ συλλήβδην ἠσφαλίσατο τὴν βασιλείαν, καταπληξάμενος τῇ τόλμῃ καὶ φιλοπονίᾳ πάντας τοὺς ὑποταττομένους·

διὰ γὰρ ταύτης τῆς στρατείας ἄξιος ἐφάνη τῆς βασιλείας οὐ μόνον τοῖς κατὰ τὴν Ἀσίαν, ἀλλὰ καὶ τοῖς κατὰ τὴν Εὐρώπην.