Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὁ δὲ Πόπλιος συναθροίσας εὐθέως ἐν αὐτῇ τῇ Καρχηδόνι τὰς δυνάμεις εἰς ἐκκλησίαν ἔλεγε περί τε τῆς Ἀνδοβάλου τόλμης καὶ τῆς εἰς αὐτοὺς ἀθεσίας,

καὶ πολλὰ πρὸς τοῦτο τὸ μέρος ἐνεγκάμενος παρώξυνε τοὺς πολλοὺς πρὸς τὴν κατὰ τῶν προειρημένων δυναστῶν ὁρμήν.

ἐπὶ δὲ τούτοις ἐξηριθμήσατο τοὺς προγεγενημένους αὐτοῖς ἀγῶνας πρὸς Ἴβηρας ὁμοῦ καὶ πρὸς Καρχηδονίους, στρατηγούντων Καρχηδονίων,

ἐν οἷς ἀεὶ νικῶντας οὐ καθήκειν ἔφη νυνὶ διαπορεῖν, μήποτε πρὸς αὐτοὺς Ἴβηρας Ἀνδοβάλου στρατηγοῦντος μαχόμενοι λειφθῶσι.

διόπερ οὐδὲ προσδέξασθαι συναγωνιστὴν Ἰβήρων οὐδένα καθάπαξ ἔφη, διʼ αὐτῶν δὲ Ῥωμαίων συστήσασθαι τὸν κίνδυνον,

ἵνα φανερὸν γένηται πᾶσιν ὡς οὐκ Ἴβηρσι Καρχηδονίους καταπολεμησάμενοι, καθάπερ ἔνιοί φασιν, ἐξεβάλομεν ἐξ Ἰβηρίας, ἀλλὰ καὶ Καρχηδονίους καὶ Κελτίβηρας ταῖς Ῥωμαίων ἀρεταῖς καὶ τῇ σφετέρᾳ γενναιότητι νενικήκαμεν. ταῦτα δʼ εἰπὼν ὁμονοεῖν παρῄνει καὶ θαρροῦντας,

εἰ καὶ πρὸς ἄλλον τινά, καὶ πρὸς τοῦτον ἰέναι τὸν κίνδυνον. περὶ δὲ τοῦ νικᾶν αὐτὸς ἔφη μετὰ τῶν θεῶν ποιήσασθαι τὴν καθήκουσαν πρόνοιαν.

τῷ δὲ πλήθει τοιαύτη παρέστη προθυμία καὶ θάρσος ὥστε παραπλησίους εἶναι πάντας ἐκ τῆς ἀπόψεως τοῖς ὁρῶσι τοὺς πολεμίους καὶ μέλλουσιν ὅσον οὔπω πρὸς αὐτοὺς διακινδυνεύειν.