Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

οὗτοι μὲν οὖν ταῦτα διανοηθέντες ἐγίνοντο περὶ τὴν τῶν χρημάτων ἐπιμέλειαν· .

--- τῶν δὲ χιλιάρχων διασαφούντων τὰ δεδογμένα, γνοὺς ὁ Πόπλιος ἀνεκοινοῦτο τῷ συνεδρίῳ τί δέον ἐστὶ ποιεῖν.

ἔδοξεν οὖν αὐτοῖς, ἡμέραν διασαφήσαντας εἰς ἣν δεήσει παρεῖναι, πρὸς μὲν τὸ πλῆθος διαλύεσθαι, τοὺς δʼ αἰτίους κολάζειν πικρῶς· οὗτοι δʼ ἦσαν εἰς πέντε καὶ τριάκοντα τὸν ἀριθμόν.

τῆς δʼ ἡμέρας ἐπελθούσης, καὶ παραγενομένων τῶν ἀποστατῶν ἐπί τε τὰς διαλύσεις καὶ τὴν κομιδὴν τῶν ὀψωνίων,

τοῖς μὲν χιλιάρχοις τοῖς πρεσβεύσασι συνέταξε διʼ ἀπορρήτων ὁ Πόπλιος ἀπαντᾶν τοῖς ἀποστάταις καὶ διελομένους ἕκαστον πέντε τῶν ἀρχηγῶν τῆς στάσεως εὐθέως κατὰ τὴν ἀπάντησιν φιλανθρωπεῖν καὶ καλεῖν ὡς αὑτούς, μάλιστα μὲν πρὸς κατασκήνωσιν· οἳ δʼ ἂν μὴ δύνωνται τοῦτο, πρός γε δεῖπνον καὶ τοιαύτην συνουσίαν.

τῷ δὲ μεθʼ αὑτοῦ στρατοπέδῳ παρήγγειλε πρὸ ἡμερῶν τριῶν ἐφόδια παρεσκευάσθαι κατὰ πλείω χρόνον ὡς ἐπὶ τὸν Ἀνδοβάλην αὐτῶν μετὰ Μάρκου πορευομένων.

ὃ καὶ θαρραλεωτέρους αὐτοὺς ἀκούσαντας ἐποίησε τοὺς ἀποστάτας· ἐν αὑτοῖς γὰρ ὑπέλαβον ἔσεσθαι τὴν πλείστην ἐξουσίαν, ἐπειδὰν συμμίξωσι τῷ στρατηγῷ τῶν ἄλλων στρατοπέδων κεχωρισμένων.