Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὁ δὲ τῶν Ἀχαιῶν στρατηγὸς ἕως μὲν τοῦ δυνατοῦ διακατεῖχε τοὺς μισθοφόρους, ἐπʼ ὀνόματος καλῶν καὶ παροξύνων τοὺς ἡγεμόνας·

ἐπεὶ δʼ ἑώρα τούτους ἐκβιαζομένους, οὐ πτοηθεὶς ἔφευγεν οὐδʼ ἀθυμήσας ἀπέστη , ἀλλʼ ὑποστείλας αὑτὸν ὑπὸ τὸ τῆς φάλαγγος κέρας, ἅμα τῷ παραπεσεῖν τοὺς διώκοντας καὶ γενέσθαι τὸν τόπον ἔρημον, καθʼ ὃν ὁ κίνδυνος ἦν, εὐθέως τοῖς πρώτοις τέλεσι τῶν φαλαγγιτῶν ἐπʼ ἀσπίδα κλίνων, προῆγε μετὰ δρόμου, τηρῶν τὰς τάξεις.

καταλαβόμενος δὲ τὸν ἐκλειφθέντα τόπον ὀξέως, ἅμα μὲν ἀπετέτμητο τοὺς διώκοντας, ἅμα δʼ ὑπερδέξιος ἐγεγόνει τοῦ τῶν πολεμίων κέρατος.

καὶ τοὺς μὲν φαλαγγίτας αὐτοῦ παρεκάλει θαρρεῖν καὶ μένειν, ἕως ἂν παραγγείλῃ ποιεῖσθαι τὴν ἐπαγωγὴν ἀναμίξ·

Πολυαίνῳ δʼ ἐπέταξε τῷ Μεγαλοπολίτῃ τοὺς περιλειπομένους καὶ τοὺς διακεκλικότας τὴν φυγὴν Ἰλλυριοὺς καὶ θωρακίτας καὶ μισθοφόρους συναθροίσαντι μετὰ σπουδῆς ἐφεδρεύειν τῷ κέρατι τῆς φάλαγγος καὶ τηρεῖν τὴν ἐπάνοδον τῶν ἐκ διώγματος ἀναχωρούντων.

οἱ δὲ Λακεδαιμόνιοι χωρὶς παραγγέλματος, ἐπαρθέντες ταῖς διανοίαις ἐπὶ τῷ τῶν εὐζώνων προτερήματι, καταβαλόντες τὰς σαρίσας ὥρμησαν ἐπὶ τοὺς ὑπεναντίους.

ὅτε δὲ κατὰ τὴν ἐπαγωγὴν προάγοντες ἧκον ἐπὶ τὸ τῆς τάφρου χεῖλος, τὰ μὲν οὐκέτι διδόντος τοῦ καιροῦ μεταμέλειαν ὥστʼ ἐν χερσὶν ὄντας τῶν πολεμίων ἀναστρέφειν, τὰ δὲ καὶ τῆς τάφρου καταφρονήσαντες διὰ τὸ τὴν κατάβασιν ἔχειν ἐκ πολλοῦ καὶ μήθʼ ὕδωρ κατὰ τὸ τέλος ἐν αὐτῇ μήτε τινʼ ἀγρίαν ὕλην ὑπάρχειν, ὥρμησαν ἀνεπιστάτως διὰ ταύτης.