Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

διὸ δὴ καὶ τότε συνέβαινε τὸ παρὰ τῷ Μαχανίδᾳ ξενικὸν οὕτως ἐκθύμως ἀγωνίζεσθαι καὶ βιαίως ὥστε μηδὲ τοὺς ἐφεδρεύοντας τοῖς ξένοις Ἰλλυριοὺς καὶ θωρακίτας δύνασθαι τὴν ἔφοδον αὐτῶν ὑπομεῖναι, πάντας δʼ ἐκπιεσθέντας φεύγειν προτροπάδην ὡς ἐπὶ τῆς Μαντινείας, ἀπεχούσης τῆς πόλεως ἑπτὰ σταδίους.

ἐν ᾧ δὴ καιρῷ τὸ παρʼ ἐνίοις ἀπορούμενον τότε παρὰ πᾶσιν ὁμολογούμενον ἐγένετο καὶ συμφανές, ὅτι πλεῖστα τῶν κατὰ πόλεμον συντελουμένων παρὰ τὴν τῶν ἡγουμένων ἐμπειρίαν καὶ πάλιν ἀπειρίαν ἐπιτελεῖται.

μέγα μὲν γὰρ ἴσως καὶ τὸ προτερήματος ἀρχὴν λαβόντα προσθεῖναι τἀκόλουθον, πολὺ δὲ μεῖζον τὸ σφαλέντα ταῖς πρώταις ἐπιβολαῖς μεῖναι παρʼ αὑτὸν καὶ συνιδεῖν τὴν τῶν εὐτυχούντων ἀκρισίαν καὶ συνεπιθέσθαι τοῖς τούτων ἁμαρτήμασιν.

ἰδεῖν γοῦν ἔστι πολλάκις τοὺς μὲν ἤδη δοκοῦντας πεπροτερηκέναι μετʼ ὀλίγον τοῖς ὅλοις ἐσφαλμένους, τοὺς δʼ ἐν ἀρχαῖς δόξαντας ἐπταικέναι πάλιν ἐκ μεταβολῆς παρὰ τὴν αὑτῶν ἀγχίνοιαν τὰ ὅλα παραδόξως κατωρθωκότας.

ὃ δὴ καὶ τότε προφανῶς ἐδόκει περὶ τοὺς ἡγεμόνας ἀμφοτέρους γεγονέναι.

τοῦ γὰρ ξενικοῦ παντὸς ἐγκεκλικότος τοῖς Ἀχαιοῖς καὶ παραλελυμένου τοῦ λαιοῦ κέρως, ὁ μὲν Μαχανίδας ἀφέμενος τοῦ μένειν ἐπὶ τῶν ὑποκειμένων, καὶ τοὺς μὲν κατὰ κέρας ὑπεραίρειν τοῖς δὲ κατὰ πρόσωπον ἀπαντᾶν καὶ πειρᾶσθαι τῶν ὅλων,

τούτων μὲν οὐδὲν ἔπραξεν, ἀκρατῶς δὲ καὶ μειρακιωδῶς συνεκχυθεὶς τοῖς ἑαυτοῦ μισθοφόροις ἐπέκειτο τοῖς φεύγουσιν, ὥσπερ οὐκ αὐτὸν τὸν φόβον ἱκανὸν ὄντα τοὺς ἅπαξ ἐγκλίναντας ἄχρι τῶν πυλῶν συνδιώκειν.