Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

εἶναι γὰρ τὸ νῦν γινόμενον ὁμοιότατον τῇ περὶ τὰς παρατάξεις οἰκονομίᾳ καὶ χειρισμῷ.

καὶ γὰρ ἐπʼ ἐκείνων προκινδυνεύει μὲν ὡς ἐπίπαν καὶ προαπόλλυται τὰ κοῦφα καὶ τὰ πρακτικώτατα τῆς δυνάμεως, τὴν δʼ ἐπιγραφὴν τῶν ἐκβαινόντων ἡ φάλαγξ καὶ τὰ βαρέα λαμβάνει τῶν ὅπλων.

νῦν δὲ παραπλησίως προκινδυνεύουσι μὲν Αἰτωλοὶ καὶ Πελοποννησίων οἱ τούτοις συμμαχοῦντες, ἐφεδρεύουσι δὲ Ῥωμαῖοι, φάλαγγος ἔχοντες διάθεσιν.

κἂν μὲν οὗτοι πταίσαντες καταφθαρῶσιν, ἀναστρέψαντες ἐκ τῶν πραγμάτων ἀβλαβεῖς ἀπολυθήσονται Ῥωμαῖοι·

νικησάντων δὲ τούτων, ὃ μὴ δόξειε τοῖς θεοῖς, ἅμα τούτοις καὶ τοὺς ἄλλους Ἕλληνας ὑφʼ αὑτοὺς ἐκεῖνοι ποιήσονται. —

πᾶσαν γὰρ δημοκρατικὴν συμμαχίαν καὶ φιλίας πολλῆς δεῖσθαι διὰ τὰς ἐν τοῖς πλήθεσι γινομένας ἀλογίας. —