Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

αὐτὸς δὲ χρόνον μέν τινʼ ἐν τῇ Καρχηδόνι τάς τε ναυτικὰς δυνάμεις ἐγύμναζε συνεχῶς καὶ τοῖς χιλιάρχοις ὑπέδειξε τοιοῦτόν τινα τρόπον τῆς τῶν πεζικῶν στρατοπέδων γυμνασίας.

τὴν μὲν πρώτην ἡμέραν ἐκέλευσε τροχάζειν ἐπὶ τριάκοντα σταδίους ἐν τοῖς ὅπλοις, τὴν δὲ δευτέραν πάντας ἐκτρίβειν καὶ θεραπεύειν καὶ κατασκοπεῖν ἐν τῷ φανερῷ τὰς πανοπλίας, τῇ δʼ ἑξῆς ἀναπαύεσθαι καὶ ῥᾳθυμεῖν,

τῇ δὲ μετὰ ταύτην τοὺς μὲν μαχαιρομαχεῖν ξυλίναις ἐσκυτωμέναις μετʼ ἐπισφαιρῶν μαχαίραις, τοὺς δὲ τοῖς ἐσφαιρωμένοις γρόσφοις ἀκοντίζειν, τῇ δὲ πέμπτῃ πάλιν ἐπὶ τοὺς αὐτοὺς δρόμους καὶ τὴν ἀρχὴν ἐπανάγειν.

ἵνα δὲ μήτε τῶν πρὸς τὰς μελέτας ὅπλων μήτε τῶν πρὸς τὴν ἀλήθειαν μηδὲν ἐλλείπῃ, τὴν πλείστην ἐποιεῖτο σπουδὴν πρὸς τοὺς χειροτέχνας.

κατὰ μέρος μὲν οὖν ἄνδρας ἐπιμελεῖς ἐφεστάκει πρὸς ταύτην τὴν χρείαν, καθάπερ ἐπάνω προεῖπον· αὐτὸς δὲ καθʼ ἡμέραν ἐπεπορεύετο, καὶ διʼ αὑτοῦ τὰς χορηγίας ἑκάστοις παρεσκεύαζε.

λοιπὸν τῶν μὲν πεζικῶν στρατοπέδων κατὰ τοὺς πρὸ τῆς πόλεως τόπους χρωμένων ταῖς μελέταις καὶ ταῖς γυμνασίαις, τῶν δὲ ναυτικῶν δυνάμεων κατὰ θάλατταν ταῖς ἀναπείραις καὶ ταῖς εἰρεσίαις, τῶν δὲ κατὰ τὴν πόλιν ἀκονώντων τε καὶ χαλκευόντων καὶ τεκταινομένων, καὶ συλλήβδην ἁπάντων σπουδαζόντων περὶ τὰς τῶν ὅπλων κατασκευάς,

οὐκ ἔσθʼ ὃς οὐκ ἂν εἶπε κατὰ τὸν Ξενοφῶντα τότε θεασάμενος ἐκείνην τὴν πόλιν ἐργαστήριον εἶναι πολέμου.

ἐπεὶ δʼ αὐτῷ πάντα καλῶς ἐδόκει καὶ δεόντως ἐξησκῆσθαι τὰ πρὸς τὰς χρείας, μετὰ ταῦτα ταῖς τε φυλακαῖς καὶ ταῖς τῶν τειχῶν κατασκευαῖς ἀσφαλισάμενος τὰ κατὰ τὴν πόλιν, ἀνέζευξε καὶ τῇ πεζικῇ καὶ ναυτικῇ δυνάμει, καὶ προῆγε ποιούμενος τὴν πορείαν ὡς ἐπὶ Ταρράκωνος, ἔχων μεθʼ αὑτοῦ καὶ τοὺς ὁμήρους.