Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

λιστα τοὺς ἄλλους εἴωθε βλάπτειν. ἐπειδὴ γὰρ οἱ πλεῖστοι τῶν ἀνθρώπων κακοπαθοῦσι καὶ κινδυνεύουσι τοῦ κέρδους ἕνεκεν, φανερὸν ὡς, ὅταν ὁ καιρὸς οὗτος ὑποπέσῃ, δυσχερῶς εἰκὸς ἀπέχεσθαι τοὺς ἐν ταῖς ἐφεδρείαις ἢ στρατοπεδείαις ἀπολειπομένους διὰ τὸ [τοὺς] παρὰ τοῖς πλείστοις πᾶν τὸ ληφθὲν εἶναι τοῦ κυριεύσαντος·

καὶ γὰρ ἂν ὅλως μόναρχος ἢ στρατηγὸς ἐπιμελὴς ἀναφέρειν εἰς τὸ κοινὸν ἐπιτάξῃ τὰς ὠφελείας, ὅμως τὰ δυνατὰ κρύπτεσθαι πάντες ἴδια νομίζουσι.

διὸ τῶν πολλῶν ὁρμώντων ἐπὶ τοῦτο τὸ μέρος οὐ δυνάμενοι κρατεῖν κινδυνεύουσι τοῖς ὅλοις·

καὶ πολλοὶ δή τινες κατορθώσαντες τὰς ἐπιβολάς, καὶ ποτὲ μὲν ἐπιπεσόντες ταῖς τῶν πολεμίων παρεμβολαῖς, ποτὲ δὲ καταλαβόμενοι πόλεις, οὐ μόνον ἐξέπεσον, ἀλλὰ καὶ τοῖς ὅλοις ἐσφάλησαν παρʼ οὐδὲν ἢ τὴν προειρημένην αἰτίαν.

διὸ δεῖ περὶ μηδὲν οὕτω σπουδάζειν καὶ προνοεῖσθαι τοὺς ἡγουμένους ὡς περὶ τοῦτο τὸ μέρος, ἵνα, καθʼ ὅσον ἐστὶ δυνατόν, ὑπάρχῃ παρὰ τοῖς πολλοῖς ἐλπὶς ὡς ἐξ ἴσου πᾶσι τῆς ὠφελείας οὔσης, ἐάν τις ὑποπίπτῃ τοιοῦτος καιρός.

πλὴν οἱ μὲν χιλίαρχοι τότε περὶ τὴν τῶν λαφύρων ἦσαν οἰκονομίαν· ὁ δὲ στρατηγὸς τῶν Ῥωμαίων, ἐπεὶ συνήχθη τὸ τῶν αἰχμαλώτων πλῆθος, ὃ συνέβη γενέσθαι μικρῷ λεῖπον τῶν μυρίων, συνέταξε χωρισθῆναι πρῶτον μὲν τοὺς πολιτικοὺς ἄνδρας τε καὶ γυναῖκας καὶ τὰ τούτων τέκνα, δεύτερον δὲ τοὺς χειροτέχνας.

γενομένου δὲ τούτου, τοὺς μὲν πολιτικοὺς παρακαλέσας εὐνοεῖν Ῥωμαίοις καὶ μνημονεύειν τῆς εὐεργεσίας ἀπέλυσε πάντας ἐπὶ τὰς ἰδίας οἰκήσεις.

οὗτοι μὲν οὖν ἅμα δακρύοντες καὶ χαίροντες ἐπὶ τῷ παραδόξῳ τῆς σωτηρίας, προσκυνήσαντες τὸν στρατηγὸν διελύθησαν·

τοῖς δὲ χειροτέχναις κατὰ τὸ παρὸν εἶπε διότι δημόσιοι τῆς Ῥώμης εἰσί· παρασχομένοις δὲ τὴν εὔνοιαν καὶ προθυμίαν ἑκάστοις κατὰ τὰς αὑτῶν τέχνας ἐπηγγείλατο τὴν ἐλευθερίαν, κατὰ νοῦν χωρήσαντος τοῦ πρὸς τοὺς Καρχηδονίους πολέμου.

καὶ τούτους μὲν ἀπογράφεσθαι προσέταξε πρὸς τὸν ταμίαν, συστήσας Ῥωμαϊκὸν ἐπιμελητὴν κατὰ τριάκοντα· τὸ γὰρ πᾶν πλῆθος ἐγένετο τούτων περὶ δισχιλίους.

ἐκ δὲ τῶν λοιπῶν αἰχμαλώτων ἐκλέξας τοὺς εὐρωστοτάτους καὶ τοῖς εἴδεσι καὶ ταῖς ἡλικίαις ἀκμαιοτάτους προσέμιξε τοῖς αὑτοῦ πληρώμασι,

καὶ ποιήσας ἡμιολίους τοὺς πάντας ναύτας ἢ πρόσθεν συνεπλήρωσε καὶ τὰς αἰχμαλώτους νῆας, ὥστε τοὺς ἄνδρας ἑκάστῳ σκάφει βραχύ τι λείπειν τοῦ διπλασίους εἶναι τοὺς ὑπάρχοντας τῶν προγενομένων·

αἱ μὲν γὰρ αἰχμάλωτοι νῆες ἦσαν ὀκτωκαίδεκα τὸν ἀριθμόν, αἱ δʼ ἐξ ἀρχῆς πέντε καὶ τριάκοντα.

παραπλησίως δὲ καὶ τούτοις ἐπηγγείλατο τὴν ἐλευθερίαν, παρασχομένοις τὴν αὑτῶν εὔνοιαν καὶ προθυμίαν, ἐπειδὰν κρατήσωσι τῷ πολέμῳ τῶν Καρχηδονίων.

τοῦτον δὲ χειρίσας τὸν τρόπον τὰ κατὰ τοὺς αἰχμαλώτους μεγάλην μὲν εὔνοιαν καὶ πίστιν ἐνειργάσατο τοῖς πολιτικοῖς καὶ πρὸς αὑτὸν καὶ πρὸς τὰ κοινὰ πράγματα, μεγάλην δὲ προθυμίαν τοῖς χειροτέχναις διὰ τὴν ἐλπίδα τῆς ἐλευθερίας.

ἡμιόλιον δὲ ποιήσας τὸ ναυτικὸν ἐκ τοῦ καιροῦ διὰ τὴν αὑτοῦ πρόνοιαν