Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς οἱ τὴν Σαρδόνα [τὴν νῆσον] παραφυλάττοντες τῶν μισθοφόρων, ζηλώσαντες τοὺς περὶ τὸν Μάθω καὶ Σπένδιον, ἐπιτίθενται τοῖς ἐν τῇ νήσῳ Καρχηδονίοις.

καὶ τὸν μὲν τότε παρʼ αὐτοῖς ὄντα βοήθαρχον Βώσταρον συγκλείσαντες εἰς τὴν ἀκρόπολιν μετὰ τῶν ἑαυτοῦ πολιτῶν ἀπέκτειναν.

αὖθις δὲ τῶν Καρχηδονίων στρατηγὸν ἐξαποστειλάντων μετὰ δυνάμεως Ἄννωνα, κἄπειτα καὶ τούτων τῶν δυνάμεων ἐγκαταλιπουσῶν τὸν Ἄννωνα καὶ μεταθεμένων πρὸς σφᾶς,

γενόμενοι ζωγρίᾳ κύριοι τοῦ προειρημένου, παραυτίκα τοῦτον μὲν ἀνεσταύρωσαν, μετὰ δὲ ταῦτα παρηλλαγμένας ἐπινοοῦντες τιμωρίας πάντας τοὺς ἐν τῇ νήσῳ Καρχηδονίους στρεβλοῦντες ἀπέκτειναν·

καὶ τὸ λοιπὸν ἤδη ποιησάμενοι τὰς πόλεις ὑφʼ ἑαυτοὺς εἶχον ἐγκρατῶς τὴν νῆσον, ἕως οὗ στασιάσαντες πρὸς τοὺς Σαρδονίους ἐξέπεσον ὑπʼ ἐκείνων εἰς τὴν Ἰταλίαν.

ἡ μὲν οὖν Σαρδὼ τοῦτον τὸν τρόπον ἀπηλλοτριώθη Καρχηδονίων, νῆσος καὶ τῷ μεγέθει καὶ τῇ πολυανθρωπίᾳ καὶ τοῖς γεννήμασι διαφέρουσα.

τῷ δὲ πολλοὺς καὶ πολὺν ὑπὲρ αὐτῆς πεποιῆσθαι λόγον οὐκ ἀναγκαῖον ἡγούμεθʼ εἶναι ταυτολογεῖν ὑπὲρ τῶν ὁμολογουμένων.

Μάθως δὲ καὶ Σπένδιος, ἅμα δὲ τούτοις Αὐτάριτος ὁ Γαλάτης ὑπιδόμενοι τὴν Ἀμίλκου φιλανθρωπίαν εἰς τοὺς αἰχμαλώτους καὶ φοβηθέντες μὴ τῷ τοιούτῳ τρόπῳ ψυχαγωγηθέντες ὁρμήσωσι πρὸς τὴν ὑποδεικνυμένην ἀσφάλειαν οἵ τε Λίβυες καὶ τὸ τῶν μισθοφόρων πλῆθος, ἐβουλεύοντο πῶς ἂν καινοτομήσαντές τι τῶν πρὸς ἀσέβειαν εἰς τέλος ἀποθηριώσειαν τὰ πλήθη πρὸς τοὺς Καρχηδονίους.

ἔδοξεν οὖν αὐτοῖς συναθροῖσαι τοὺς πολλούς. γενομένου δὲ τούτου γραμματοφόρον εἰσήγαγον, ὡς ἀπεσταλμένον ὑπὸ τῶν ἐκ τῆς Σαρδόνος αἱρετιστῶν.

ἡ δʼ ἐπιστολὴ διεσάφει τόν τε Γέσκωνα καὶ τοὺς μετʼ αὐτοῦ πάντας, οὓς παρεσπόνδησαν ἐν τῷ Τύνητι, καθάπερ ἐπάνω προεῖπον, φυλάττειν ἐπιμελῶς, ὡς πραττόντων τινῶν ἐκ τοῦ στρατοπέδου τοῖς Καρχηδονίοις ὑπὲρ τῆς τούτων σωτηρίας.

λαβόμενος δὲ τῆς ἀφορμῆς ταύτης ὁ Σπένδιος πρῶτον μὲν παρεκάλει μὴ πιστεύειν τὴν ὑπὸ τοῦ στρατηγοῦ τοῦ τῶν Καρχηδονίων γεγενημένην φιλανθρωπίαν πρὸς τοὺς αἰχμαλώτους·

οὐ γὰρ σῶσαι προαιρούμενον αὐτὸν ταῦτα βεβουλεῦσθαι περὶ τῶν ἁλόντων, ἀλλὰ διὰ τῆς ἐκείνων ἀφέσεως ἡμῶν ἐγκρατῆ γενέσθαι σπουδάζοντα, πρὸς τὸ μὴ τινὰς ἀλλὰ πάντας ἡμᾶς ἅμα τιμωρήσασθαι πιστεύσαντας αὐτῷ.

πρὸς δὲ τούτοις φυλάττεσθαι παρῄνει μὴ προέμενοι τοὺς περὶ τὸν Γέσκωνα καταφρονηθῶσι μὲν ὑπὸ τῶν ἐχθρῶν, μεγάλα δὲ βλάψωσι τὰς ἰδίας πράξεις, ἄνδρα τοιοῦτον καὶ στρατηγὸν ἀγαθὸν ἐάσαντες διαφυγεῖν, ὃν εἰκὸς ἐχθρὸν αὐτοῖς ἔσεσθαι φοβερώτατον.

ἔτι δὲ ταῦτα λέγοντος αὐτοῦ παρῆν ἄλλος γραμματοφόρος, ὡς ἀπὸ τῶν ἐκ τοῦ Τύνητος ἀπεσταλμένος, παρα