Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

συνέβη περιστῆναι καὶ δυσέκφευκτον. κατὰ δὲ τὸν καιρὸν τοῦτον Ναραύας, ὃς ἦν μὲν Νομὰς τῶν ἐνδοξοτάτων εἷς, ἦν δὲ καὶ πλήρης ὁρμῆς πολεμικῆς, οὗτος ἀεὶ μὲν οἰκείως διέκειτο πρὸς τοὺς Καρχηδονίους πατρικὴν ἔχων σύστασιν, τότε δὲ μᾶλλον παρωρμήθη διὰ τὴν Ἀμίλκου τοῦ στρατηγοῦ καταξίωσιν.

διὸ καὶ νομίσας ἔχειν εὐφυῆ καιρὸν πρὸς ἔντευξιν αὐτῷ καὶ σύστασιν, ἧκεν εἰς τὴν στρατοπεδείαν ἔχων περὶ αὑτὸν Νομάδας εἰς ἑκατόν.

καὶ συνεγγίσας τῷ χάρακι τολμηρῶς ἔμενε, κατασείων τῇ χειρί.

τοῦ δʼ Ἀμίλκου θαυμάσαντος τὴν ἐπιβολὴν καὶ προπέμψαντός τινα τῶν ἱππέων, εἰς λόγους ἔφη βούλεσθαι συνελθεῖν τῷ στρατηγῷ.

διαποροῦντος δʼ ἀκμὴν καὶ διαπιστοῦντος τοῦ τῶν Καρχηδονίων ἡγεμόνος, παραδοὺς ὁ Ναραύας τὸν ἵππον καὶ τὰς λόγχας τοῖς μεθʼ αὑτοῦ παρῆν ἄνοπλος εὐθαρσῶς εἰς τὴν παρεμβολήν.

οἱ δὲ τὰ μὲν ἐθαύμαζον, τὰ δὲ κατεπλήττοντο τὴν τόλμαν· ὅμως δὲ προσεδέξαντο καὶ συνῆλθον εἰς τὰς χεῖρας.

ὁ δὲ παραγενόμενος εἰς λόγους ἔφη πᾶσι μὲν Καρχηδονίοις εὐνοεῖν, μάλιστα δʼ ἐπιθυμεῖν Βάρκᾳ γενέσθαι φίλος· διὸ καὶ νῦν παρεῖναι συσταθησόμενος αὐτῷ καὶ κοινωνήσων ἀδόλως παντὸς ἔργου καὶ πάσης ἐπιβολῆς.

Ἀμίλκας δὲ ταῦτʼ ἀκούσας οὕτως ἥσθη μεγάλως ἐπί τε τῷ κατὰ τὴν παρουσίαν θάρσει καὶ τῇ κατὰ τὴν ἔντευξιν ἁπλότητι τοῦ νεανίσκου, ὡς οὐ μόνον εὐδόκησε κοινωνὸν αὐτὸν προσλαβέσθαι τῶν πράξεων, ἀλλὰ καὶ τὴν θυγατέρα δώσειν ἐπηγγείλατο μεθʼ ὅρκου, διαφυλάξαντος αὐτοῦ τὴν πρὸς Καρχηδονίους πίστιν.

γενομένων δὲ τῶν ὁμολογιῶν, ὁ μὲν Ναραύας ἧκε τοὺς ὑφʼ αὑτὸν τεταγμένους ἔχων Νομάδας, ὄντας εἰς δισχιλίους,

ὁ δʼ Ἀμίλκας προσγενομένης αὐτῷ τῆς χειρὸς ταύτης παρετάξατο τοῖς πολεμίοις. οἱ δὲ περὶ τὸν Σπένδιον συνάψαντες ἐπὶ ταὐτὸ τοῖς Λίβυσι καὶ καταβάντες εἰς τὸ πεδίον συνέβαλλον τοῖς Καρχηδονίοις.

γενομένης δὲ μάχης ἰσχυρᾶς ἐνίκων οἱ περὶ τὸν Ἀμίλκαν, καλῶς μὲν τῶν θηρίων ἀγωνισαμένων, ἐπιφανεστάτην δὲ τοῦ Ναραύα παρασχομένου χρείαν.

ὁ μὲν οὖν Αὐτάριτος καὶ Σπένδιος διέφυγον, τῶν δὲ λοιπῶν ἔπεσον μὲν εἰς μυρίους, ἑάλωσαν δʼ εἰς τετρακισχιλίους.

ἐπιτελεσθέντος δὲ τοῦ κατορθώματος, Ἀμίλκας τοῖς μὲν βουλομένοις τῶν αἰχμαλώτων μεθʼ ἑαυτοῦ συστρατεύειν ἐξουσίαν ἔδωκε καὶ καθώπλιζε τοῖς ἀπὸ τῶν πολεμίων σκύλοις,

τοὺς δὲ μὴ βουλομένους ἁθροίσας παρεκάλει φάσκων, ἕως μὲν τοῦ νῦν συγγνώμην αὐτοῖς ἔχειν τῶν ἡμαρτημένων· διὸ καὶ συγχωρεῖν τρέπεσθαι κατὰ τὰς ἰδίας ὁρμὰς οὗ ποτʼ ἂν ἕκαστος αὐτῶν προαιρῆται.

μετὰ δὲ ταῦτα διηπειλήσατο μηθένα φέρειν ὅπλον πολέμιον κατʼ αὐτῶν, ὡς, ἐὰν ἁλῷ τις, ἀπαραιτήτου τευξόμενον τιμωρίας.