Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

οἱ δὲ Καρχηδόνιοι τότε πρὸ ὀφθαλμῶν ἐλάμβανον τὴν αὑτῶν ἄγνοιαν, ὅτʼ ἦν οὐδὲν ὄφελος.

μεγάλα μὲν γὰρ ἥμαρτον, εἰς ἕνα τόπον ἁθροίσαντες τοσοῦτο πλῆθος μισθοφόρων, ἔχοντες οὐδεμίαν ἐλπίδα πολεμικῆς χρείας ἐν ταῖς πολιτικαῖς δυνάμεσι·

τούτου δὲ μεῖζον ἔτι, προέμενοι τὰ τέκνα καὶ τὰς γυναῖκας καὶ σὺν τούτοις τὰς ἀποσκευάς· οἷς ἐξῆν ὁμήροις χρησαμένους ἀσφαλέστερον μὲν αὐτοὺς βουλεύσασθαι περὶ τῶν ὑποπιπτόντων, εὐπειθεστέροις δʼ ἐκείνοις χρῆσθαι πρὸς τὸ παρακαλούμενον,

οὐ μὴν ἀλλὰ καὶ καταπλαγέντες τὴν στρατοπεδείαν πᾶν ὑπέμενον, σπουδάζοντες ἐξιλάσασθαι τὴν ὀργὴν αὐτῶν,

καὶ τάς τε τῶν ἐπιτηδείων ἀγορὰς ἐκπέμποντες δαψιλεῖς ἐπώλουν, καθὼς ἐκεῖνοι βούλοιντο καὶ τάττοιεν τὰς τιμάς, τῶν τε τῆς γερουσίας ἀεί τινας ἐξαπέστελλον πρέσβεις, ὑπισχνούμενοι ποιήσειν πᾶν ὅ,τι ποτʼ ἂν αὐτοὺς ἀξιώσαιεν εἰ κατὰ δύναμιν.

ἦν δὲ πολὺ τὸ καθʼ ἑκάστην ἡμέραν παρὰ τοῖς μισθοφόροις ἐπινοούμενον, ἅτε δὴ κατατεθαρρηκότων μὲν καὶ συντεθεωρηκότων τὴν κατάπληξιν καὶ πτοίαν τῶν Καρχηδονίων,

πεφρονηματισμένων δὲ καὶ πεπεισμένων διὰ τοὺς προγεγονότας αὐτοῖς ἐν Σικελίᾳ πρὸς τὰ Ῥωμαϊκὰ στρατόπεδα κινδύνους μὴ οἷον Καρχηδονίους ἀντοφθαλμῆσαί ποτʼ ἂν πρὸς αὐτοὺς ἐν τοῖς ὅπλοις, ἀλλὰ μηδὲ τῶν λοιπῶν ἀνθρώπων μηδένα ῥᾳδίως.

διόπερ ἅμα τῷ συγχωρῆσαι τὰ περὶ τῶν ὀψωνίων αὐτοῖς τοὺς Καρχηδονίους εὐθέως ἐπέβαινον καὶ τῶν τεθνεώτων ἵππων ἀπῄτουν τὰς ἀξίας.

προσδεξαμένων δὲ καὶ τοῦτο, πάλιν τῆς προσοφειλομένης σιτομετρίας ἐκ πλείονος χρόνου τὴν μεγίστην γεγονυῖαν ἐν τῷ πολέμῳ τιμὴν ἔφασκον αὑτοὺς δεῖν κομίζεσθαι.

καθόλου δʼ ἀεί τι νέον καὶ καινὸν προσεξεύρισκον, εἰς ἀδύνατον ἐκβάλλοντες τὴν διάλυσιν διὰ τὸ πολλοὺς καχέκτας καὶ στασιώδεις ἐν αὐτοῖς ὑπάρχειν.

οὐ μὴν ἀλλὰ πᾶν τὸ δυνατὸν ὑπισχνουμένων τῶν Καρχηδονίων, κατένευσαν ἐπιτρέψειν περὶ τῶν ἀμφισβητουμένων ἑνὶ τῶν ἐν Σικελίᾳ γεγονότων στρατηγῶν.

πρὸς μὲν οὖν Ἀμίλκαν τὸν Βάρκαν, μεθʼ οὗ συγκεκινδυνεύκεσαν ἐν τῇ Σικελίᾳ, δυσχερῶς εἶχον, δοκοῦντες οὐχ ἥκιστα διʼ ἐκεῖνον ὀλιγωρεῖσθαι τῷ μήτε πρεσβεύειν πρὸς αὐτοὺς τήν τε στρατηγίαν ἑκουσίως δοκεῖν ἀποτεθεῖσθαι·

πρὸς δὲ Γέσκωνα πάνυ διέκειντο φιλανθρώπως, ὃς ἐγεγόνει μὲν ἐν Σικελίᾳ στρατηγός, ἐπεποίητο δʼ αὐτῶν πρόνοιαν τὴν ἐνδεχομένην ἔν τε τοῖς ἄλλοις καὶ μάλιστα περὶ τὴν ἀνακομιδήν. διόπερ ἐπέτρεψαν τούτῳ περὶ τῶν