Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἀφεμένους δὲ τούτων λέγειν ὥρα περὶ τῶν προκειμένων, ἐπὶ βραχὺ καὶ κεφαλαιωδῶς προεκθεμένους τὰς ἐν τῇ προκατασκευῇ πράξεις.

ὧν εἰσι πρῶται κατὰ τὴν τάξιν αἱ γενόμεναι Ῥωμαίοις καὶ Καρχηδονίοις ἐν τῷ περὶ Σικελίας πολέμῳ.

ταύταις συνεχὴς ὁ Λιβυκὸς πόλεμος· ᾧ συνάπτει τὰ κατʼ Ἰβηρίαν Ἀμίλκᾳ, μετὰ δὲ τοῦτον Ἀσδρούβᾳ πραχθέντα καὶ Καρχηδονίοις.

οἷς ἐγένετο κατὰ τὸν αὐτὸν καιρὸν ἡ πρώτη Ῥωμαίων διάβασις εἰς τὴν Ἰλλυρίδα καὶ ταῦτα τὰ μέρη τῆς Εὐρώπης, ἐπὶ δὲ τοῖς προειρημένοις οἱ πρὸς τοὺς ἐν Ἰταλίᾳ Κελτοὺς ἀγῶνες.

τούτοις δὲ κατὰ τὸν αὐτὸν καιρὸν παρὰ τοῖς Ἕλλησιν ὁ Κλεομενικὸς καλούμενος ἐνηργεῖτο πόλεμος, εἰς ὃν καὶ τὴν καταστροφὴν ἐποιησάμεθα τῆς ὅλης κατασκευῆς καὶ τῆς δευτέρας βύβλου.

τὸ μὲν οὖν ἐξαριθμεῖσθαι τὰ κατὰ μέρος ὑπὲρ τῶν προειρημένων πράξεων οὐδὲν οὔθʼ ἡμῖν ἀναγκαῖον οὔτε τοῖς ἀκούουσι χρήσιμον.

οὐ γὰρ ἱστορεῖν ὑπὲρ αὐτῶν προτιθέμεθα, μνησθῆναι δὲ κεφαλαιωδῶς προαιρούμεθα χάριν τῆς προκατασκευῆς τῶν μελλουσῶν ὑφʼ ἡμῶν ἱστορεῖσθαι πράξεων.

διόπερ ἐπὶ κεφαλαίων ψαύοντες κατὰ τὸ συνεχὲς τῶν προειρημένων πειρασόμεθα συνάψαι τὴν τελευτὴν τῆς προκατασκευῆς τῇ τῆς ἡμετέρας ἱστορίας ἀρχῇ καὶ προθέσει.

τοῦτον γὰρ τὸν τρόπον συνεχοῦς γινομένης τῆς διηγήσεως, ἡμεῖς τε δόξομεν εὐλόγως ἐφάπτεσθαι τῶν ἤδη προϊστορημένων ἑτέροις, τοῖς τε φιλομαθοῦσιν ἐκ τῆς τοιαύτης οἰκονομίας εὐμαθῆ καὶ ῥᾳδίαν ἐπὶ τὰ μέλλοντα ῥηθήσεσθαι παρασκευάσομεν τὴν ἔφοδον.

βραχὺ δʼ ἐπιμελέστερον πειρασόμεθα διελθεῖν ὑπὲρ τοῦ πρώτου συστάντος πολέμου Ῥωμαίοις καὶ Καρχηδονίοις περὶ Σικελίας.

οὔτε γὰρ πολυχρονιώτερον τούτου πόλεμον εὑρεῖν ῥᾴδιον οὔτε παρασκευὰς ὁλοσχερεστέρας οὔτε συνεχεστέρας πράξεις οὔτε πλείους ἀγῶνας οὔτε περιπετείας μείζους τῶν ἐν τῷ προειρημένῳ πολέμῳ συμβάντων ἑκατέροις.

αὐτά τε τὰ πολιτεύματα κατʼ ἐκείνους τοὺς καιροὺς ἀκμὴν ἀκέραια μὲν ἦν τοῖς ἐθισμοῖς, μέτρια δὲ ταῖς τύχαις, πάρισα δὲ ταῖς δυνάμεσιν.

διὸ καὶ τοῖς βουλομένοις καλῶς συνθεάσασθαι τὴν ἑκατέρου τοῦ πολιτεύματος ἰδιότητα καὶ δύναμιν οὐχ οὕτως ἐκ τῶν ἐπιγενομένων πολέμων ὡς ἐκ τούτου ποιητέον τὴν σύγκρισιν.