Onomasticon

Julius Pollux

Julius Pollux. Metrologicorum scriptorum reliquiae. Hultsch, Friedrich, editor. Leipzig: Teubner, 1864.

Τῶν δὲ μέτρων ἔϲτι μέν τι καὶ δάκτυλοϲ· δοχμὴ [*](157) δὲ ϲυγκλειϲθέντεϲ οἱ τέτταρεϲ δάκτυλοι, καὶ δακτυλοδόχμη. τὸ δ᾿ αὐτὸ καὶ παλαιϲτὴ θηλυκῶϲ καὶ παλαιϲτὴϲ ἀρρενικῶϲ, καὶ δῶρον, καὶ ἑκκαιδεκάδωρα τὰ ἑκκαιδεκαπάλαιϲτα. τὸ δὲ ἀπὸ καρποῦ ἕωϲ ἄκρων δακτύλων, ἡ πᾶϲα χείρ, ὀρθόδωρον. εἰ δὲ τοὺϲ δακτύλουϲ ἀποτείναϲ ἀπὸ τοῦ μεγάλου πρὸϲ τὸν μικρότατον μετροῖϲ, ϲπιθαμὴ τὸ μέτρον·

εἰ δὲ τὸν μέγαν [*](158) δάκτυλον τῷ λιχανῷ ἀντιτείναϲ, τὸ μέτρον λιχάϲ. ἀπὸ δὲ ὠλεκράνου πρὸϲ τὸν μέϲον δάκτυλον ἄκρον τὸ διάϲτημα πῆχυϲ. εἰ δὲ ϲυγκάμψειαϲ τοὺϲ δακτύλουϲ, ἀπ᾿ ἀγκῶνοϲ ἐπ᾿ αὐτοὺϲ πυγὼν τὸ μέτρον, εἰ δὲ ϲυγκλείϲειαϲ, πυγμή. εἰ δ᾿ ἄμφω τὰϲ χεῖραϲ ἐκτείνειαϲ, ὡϲ καὶ τὸ ϲτέρνον αὐταῖϲ ϲυμμετρεῖν, ὀργυιὰ καλεῖται τὸ μέτρον.