Bel et Draco (Theodotionis versio)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ὀργισθεὶς ὁ βασιλεὺς τότε [*](§ Δ) συνέλαβεν τοὺς ἱερεῖς καὶ τὰς γυναῖκας καὶ τὰ τέκνα αὐτῶν, καὶ ἔδειξαν αὐτῷ τὰς κρυπτὰς θύρας δι ὅν εἰσεπορεύοντο καὶ ἐδαπάνων τὰ ἐπὶ τῇ τραπέζῃ.

καὶ ἀπέκτεινεν αὐτοὺς ὁ βασιλεύς, καὶ ἔδωκεν τὸν Βήλ ἔκδοτον τῷ Δανιὴλ· καὶ κατέστρεψεν αὐτὸν καὶ τὸ ἱερὸν αὐτοῦ.

Καὶ ἦν δράκων μέγας, καὶ ἐσέβοντο αὐτὸν οἱ Βαβυλώνιοι.

[*](10 εις τον οικον] επ οικ. Q* (εις τ. οικ. Qᵐᵍ) 11 ειπαν] ειπον A AQΔ βασιλευς B* ( λευ Bᵃᵇ) τω δακτυλιω] τω δακτυλω A εν τω δακτυλιω Q 12 ψευδομενος] ψ ευσαμενος AQ 13 om δε A κατεφρονουν] κατεφθονουν A ανηλουν] ανηλεισκον Q* (- λισκ. Qᵃ ανηλουν Qᵐᵍ) 14 εξηλθοσαν] εξηλθον A κατεσησαν] κατεσεισαν A om μονου Q εσφραγισαν A εν τω δακτ. om εν A 15 ηλθον] + εις Q* εισηλθον εις Qᵐᵍ ᵛⁱᵈ εξεπιον] επιον Q 16 πρωι] pr το AQ 17 ειπεν 1⁰] + ο βασιλευς AQ σωοι 1⁰| σωαι A 19 εγελασεν Δανιηλ και] γελασας Δαν. A om και ειπεν A om τινος Q* (hab Qᵐᵍ) 21 ο βασιλευς τοτε] τοτε ο βασιλευς Δ συνελαβετο AQ 22 ο βασιλευς αυτους Δ εκδοτον] εγδομα Δ το ιερον] τον ναον Q 23 με- γας] + εν τω τοπω AQ* + εν αυτω τω τοπω Qmᵍ)
591

καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δανιὴλ Οὐ δύνασαι εἰπεῖν ὅτι οὐκ ἔστιν [*](B) οὗτος θεὸς ζῶν· καὶ προσκύνησον αὐτῷ.

καὶ εἶπεν Δανιὴλ Κυρίῳ τῷ θεῷ μου προσκυνήσω, ὅτι· οὗτός ἐστιν θεὸς ζῶν·

οὺ δέ, βασιλεῦ, δός μοι ἐξουσίαν, καὶ ἀποκτενῶ τὸν δράκοντα ἄνευ μαχαίρας καὶ ῥάβδου. καὶ εἶπεν ὁ βασιλεύς Δίδωμί σοι.

καὶ ἔλαβεν Δανιὴλ πίσσαν καὶ στῆρ καὶ τρίχας, καὶ ἥψησεν ἐπὶ τὸ αὐτὸ καὶ ἐποίησεν μάζας, καὶ ἔδωκεν εἰς τὸ στόμα τοῦ δράκοντος· καὶ φαγὼν διερράγη ὁ δράκων. καὶ εἶπεν Ἵδετε τὰ σεβάσματα ὑμῶν.

καὶ ἐγένετο ὡς ἤκουσαν οἱ Βαβυλώνιοι, ἠγανάκτησαν καὶ συνεστράφησαν ἐπὶ τὸν βασιλέα καὶ εἶπαν Ἰουδαῖος γέγονεν ὁ βασιλεύς· τὸν Βὴλ κατέσπασεν καὶ τὸν δράκοντα ἀπέκτεινεν, καὶ τοὺς ἱερεῖς κατέσφαξεν.

καὶ εἶπαν ἐλθόντες πρὸς τὸν βασιλέα ΙΙαράδος ἡμῖν τὸν Δανιὴλ· εἰ δὲ μή, ἀποκτενοῦμέν σε καὶ τὸν οἶκόν σου.

καὶ ἴδεν ὁ βασιλεὺς ὅτι ἐπείγουσιν αὐτὸν σφόδρα, καὶ ἀναγκασθεὶς παρέδωκεν αὐτοῖς τὸν Δανιὴλ.

οἱ δὲ ἔβαλον αὐτὸν εἰς τὸν λάκκον τῶν λεόντων, καὶ ἦν ἐκεῖ ἡμέρας ἔξ.

ἦσαν δὲ ἐν τῷ λάκκῳ ἑπτὰ λέοντες, καὶ ἐδίδετο αὐτοῖς τὴν ἡμέραν δύο σώματα καὶ δύο πρόβατα· τότε δὲ οὐκ ἐδόθη αὐτοῖς, ἵνα καταφάγωσιν τὸν Δανιὴλ.

καὶ ἦν Ἁμβακοὺμ ὁ προφήτης ἐν τῇ Ἰουδαίᾳ, καὶ αὐτὸς ἥψησεν ἕψεμα καὶ ἐνέθρυψεν ἄρτους εἰς σκάφην, καὶ ἐπορεύετο εἰς τὸ πεδίον ἀπενέγκαι τοῖς θερισταῖς.

καὶ εἶπεν ἅγγελος Κυρίου τῷ Ἁμβακούμ Ἀπένεγκε τὸ ἄριστον ὁ ἔχεις εἰς Βαβυλῶνα τῷ Δανιὴλ εἰς τὸν λάκκον τῶν λεόντων.

καὶ εἶπεν Ἁμβακούμ Κύριε, Βαβυλῶνα οὐχ ἑώρακα, καὶ τὸν λάκκον οὐ γινώσκω.

καὶ ἐπελάβετο ὁ ἄγγελος Κυρίου τῆς κορυφῆς αὐτοῦ, καὶ βαστάσας τῆς κόμης τῆς κεφαλῆς αὐτοῦ ἔθηκεν αὐτὸν εἰς Βαβυλῶνα ἐπάνω τοῦ λάκκου, ἐν τῷ ῥοίζῳ τοῦ