Bel et Draco (translatio Graeca)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ἐκ προφητείας Ἀμβακοὐμ υἱοῦ Ἰησοῦ, ἐκ τῆς φυλῆς Δευί.

Ἄνθρωπός τις ἧν ἱερεύς, ᾧ ὄνομα Δανιὴλ, υἱὸς Ἁβάλ, συμβιωτὴς τοῦ βασιλέως Βαβυλῶνος.

καὶ ἧν εἴδωλον, Βήλ, ὃ ἐσέβοντο οἱ Βαβυλώνιοι· ἀνηλίσκετο δὲ αὐτῷ καθʼ ἑκάστην ἡμέραν σεμιδάλεως ἀρτάβαι δέκα δύο καὶ πρόβατα τέσσαρα καὶ ἐλαίου μετρηταὶ ἔξ.

καὶ ὃ βασιλεὺς ἐσέβετο αὐτόν, καὶ ἐπορεύετο ὁ βασιλεὺς καθʼ ἑκάστην ἡμέραν καὶ προσεκύνει αὐτῷ, Δανιὴλ δὲ προσηύχετο πρὸς Κύριον· καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δανιὴλ Διὰ τί οὐ προσκυνεῖς τῷ Βήλ;

καὶ εἶπε Δανιὴλ πρὸς τὸν βασιλέα Οὐδένα σέβομαι ἐγὼ εἰ μὴ Κύριον τὸν θεὸν τὸν κτίσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ ἔχοντα πάσης σαρκὸς κυρείαν.

εἶπεν δὲ ὁ βασιλεὺς αὐτῷ Οὗτος οὗν οὐκ ἔστι θεός; οὐχ ὁρᾷς ὅσα εἰς αὐτὸν δαπανᾶται καθʼ ἑκάστην ἡμέραν

καὶ εἶπεν αὐτῷ Δανιὴλ Μηδαμῶς, μηδείς σε παραλογιζέσθω· οὗτος γὰρ ἔσωθεν μέν πήλινός ἐστιν, ἔξωθεν δέ χαλκοῦς· ὀμνύω δέ σοι Κύριον τὸν θεὸν τῶν θεῶν, ὅτι οὐθὲν βέβρωκε πώποτε οὗτος.

καὶ θυμωθεὶς ὁ βασιλεὺς ἐκάλεσε τοὺς προεστηκότας τοῦ ἱεροῦ καὶ εἶπεν αὐτοῖς Παραδείξατε τὸν ἐσθίοντα τὰ παρασκευαζόμενα τῷ Βήλ· εἰ δὲ μή γε, ἀποθανεῖσθε,

ἢ Δανιὴλ ὁ φάσκων μὴ ἐσθίεσθαι αὐτὰ ὑπʼ αὐτοῦ. οἱ δὲ εἶπαν Αὐτὸς ὁ Βήλ ἐστιν ὁ κατεσθίων αὐτά· εἶπε δὲ Δανιὴλ πρὸς τὸν βασιλέα Γινέσθω οὕτως· ἐὰν μὴ παραδείξω sὅτι οὐκ ἔστιν ὁ Βὴλ ὁ κατεσθίων ταῦτα, ἀποθανοῦμαι καὶ πάντες οἱ παρʼ ἐμοῦ.

ἦσαν δέ τῷ Βὴλ ἱερεῖς ἑβδομήκοντα χωρὶς [*](Syr)[*](Inscr Bηλ Syr (deest in 87) Tit Αμβακουμ] Ἁβακουκ Syr: item 33 Sqq 3 αΗλΙCΚεΤο Syrmg τεσσαρα] τεσσαρακοντα Syrᵐᵍ και ελαιου] και οινου Syrmg μετρητας 87 6 ουτος] ουτως 87* (-τος 87a) 7 ÷ ομννω. .των θεων Syr 8 παραδειξειτε 87eᵈ 9 εμου] εμοι 87a (superscr οι))

588
[*](87) γυναικῶν καὶ τέκνων. ἤγαγον δὲ τὸν βασιλέα εἰς τὸ εἰδώλιον·

καὶ παρετέθη τὰ βρώματα ἐνώπιον τοῦ βασιλέως καὶ τοῦ Δανιὴλ, καὶ οἶνος κερασθεὶς εἰσηνέχθη καὶ παρετέθη τῷ Βήλ. καὶ εἶπεν Δανιὴλ Σὺ αὐτὸς ὁρᾶς ὅτι κεῖται ταῦτα, βασιλεῦ· σὺ οὗν ἐπισφράγισαι τὰς κλεῖδας τοῦ ναοῦ, ἐπὰν κλεισθῇ. ἤρεσεν δὲ ὁ λόγος τῷ βασιλεῖ

ὁ δὲ Δανιὴλ ἐκέλευσε τοὺς παρʼ αὐτοῦ ἐκβαλόντας πάντας ἐκ τοῦ ναοῦ κατασῆσαι ὅλον τὸν ναὸν σποδῷ, οὐθενὸς τῶν ἐκτὸς αὐτοῦ εἰδότος. καὶ τότε σφραγισάμενος τὸν ναὸν ἐκέλευσε σφραγίσαι τῷ τοῦ βασιλέως δακτυλίῳ καὶ τοῖς δακτυλίοις τινῶν ἐνδόξων ἱερέων· καὶ ἐγένετο οὕτως.

—17 καὶ ἐγένετο τῇ ἐπαύριον παρεγένοντο ἐπὶ τὸν τόπον· οἱ δὲ ἱερεῖς τοῦ Βὴλ διὰ ψευδοθυρίδων εἰσελθόντες κατεφάγοσαν πάντα τὰ παρακείμενα τῷ Βὴλ καὶ ἐξέπιον τὸν οἶνον. καὶ εἶπεν Δανιὴλ Ἐπίδετε τὰς σφραγῖδας ὑμῶν εἰ μένουσιν, ἄνδρες ἱερεῖς· καὶ σὺ δέ, βασιλεῦ, σκέψαι μὴ τί σοι ἀσύμφωνον γεγένηται. καὶ εὗρον ὡς ἣν ἡ σφραγίς, καὶ ἀπέβαλον τὴν σφραγῖδα.

καὶ ἀνοίξαντες τὰς θύρας εἴδοσαν δεδαπανημένα πάντα τὰ παρατεθέντα, καὶ τὰς τραπέζας κενάς· καὶ ἐχάρη ὁ βασιλεύς, καὶ εἶπεν πρὸς τὸν Δανιὴλ Μέγας ἐστὶν ὁ Βήλ, καὶ οὐκ ἔστι παρʼ αὐτῷ δόλος.

καὶ ἐγέλασε Δανιὴλ σφόδρα καὶ εἶπεν τῷ βασιλεῖ Δεῦρο ἴδε τὸν δόλον τῶν ἱερέων. καὶ εἶπεν Δανιὴλ Βασιλεῦ, ταῦτα τὰ ἴχνη τίνος ἐστί

καὶ εἶπεν ὁ βασιλεύς Ἀνδρῶν καὶ γυναικῶν καὶ παιδίων.

καὶ ἐπῆλθεν ἐπὶ τὸν οἶκον ἐν ᾧ ἦσαν οἱ ἱερεῖς καταγινόμενοι, καὶ εἶρε τὰ βρώματα τοῦ Βὴλ καὶ τὸν οἶνον· καὶ ἐπέδειξε Δανιὴλ τῷ βασιλεῖ τὰ ψευδοθύρια, δι᾿ ὧν εἰσπορευόμενοι οἱ ἱερεῖς ἐδαπάνων τὰ παρατιθέμενα τῷ Βήλ.

καὶ ἐξήγαγεν αὐτοὺς ὁ βασιλεὺς ἐκ τοῦ Βηλίου, καὶ παρέδωκεν αὐτοὺς τῷ Δανιὴλ· καὶ τὴν δαπάνην τὴν εἰς αὐτὸν ἔδωκε τῷ Δανιὴλ, τὸν δὲ Βὴλ κατέστρεψε.

Καὶ ἣν δράκων ἐν τῷ αὐτῷ τόπῳ, καὶ ἐσέβοντο οἱ Βαβυλώνιοι.

[*](Syr)[*](10 ειδωλειον 87ᵃ 14 ο δε Δανιηλ...σποδω] και επεταξε Δ. τοις παιδαριοις αυτου και κατεσησαν ολον τον ναον ενωπιον του βασιλεως Syrmg σφραγισαμενους Syr 15—17 ψευδοθυριδων] ω sup ras 87 1 ην] εμενεν Syrᵛⁱᵈ 21 ευρον Syr 23 pr tit Δρακων Syr εσεβοντο] + αυ- τον Syr)
590
[*](87)

καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δανιὴλ Μὴ καὶ τοῦτον ἐρεῖς ὅτι χαλκοῦς ἐστιν; ἰδοὺ ζῇ καὶ ἐσθίει καὶ πίνει, προσκύνησον αὐτῷ.