Daniel (Theodotionis versio)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

τοῦτο ἣ σύγκρισις αὐτοῦ, βασιλεῦ, καὶ σύγκριμα Ὑψίστου ἐστὶν ὃ ἔφθασεν ἐπὶ τὸν κύρίον μου τὸν βασιλέα,

καὶ σὲ ἐκδιώξουσιν ἀπὸ τῶν ἀνθρώπων, καὶ μετὰ θηρίων ἀγρίων ἔσται ἡ κατοικία σου, καὶ χόρτον ὡς βοῦν ψωμιοῦσίν σε, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ αὐλισθήσῃ, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σέ ἕως οὗ γνῷς ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἂν δόξῃ δώσει αὐτήν.

καὶ ὅτι εἶπαν Ἐάσατε τὴν φυὴν τῶν ῥιζῶν τοῦ δένδρου, ἡ βασιλεία σού σοι μενεῖ ἀφʼ ἧς ἂν γνῷς τὴν ἐξουσίαν τὴν οὐράνιον.

διὰ τοῦτο, βασιλεῦ, ἡ βουλή μου ἀρεσάτω σοι, καὶ τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι καὶ τὰς ἀδικίας ἐν οἰκτιρμοῖς πενήτων· ἴσως ἔσται μακρόθυμος τοῖς παραπτώμασίν σου ὁ θεός.

Τhῦτα πάντα ἔφθασεν ἐπὶ Ναβουχοδονοσὸρ τὸν βασιλέα.

μετὰ δωδεκάμηνον, ἐπὶ τῷ ναῷ τῆς βασιλείας αὐτοῦ ἐν Βαβυλῶνι περιπατῶν,

ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπεν Οὐχ αὕτη ἐστὶν Βαβυλὼν ἡ μεγάλη ἣν ἐγὼ ᾠκοδόμησα εἰς οἶκον βασιλείας, ἐν τῷ κράτει τῆς ἰσχύος μου. εἰς τιμὴν τῆς δόξης μου;

ἔτι τοῦ λόγου ἐν στόματι τοῦ βασιλέως ὄντος φωνὴ ἀπʼ οὐρανοῦ ἐγένετο Σοὶ λέγουσιν, Ναβουχοδονοσὸρ βασιλεῦ, ἡ βασιλεία παρῆλθεν ἀπὸ σοῦ,

καὶ ἀπὸ τῶν ἀνθρώπων σε ἐκδιώκουσιν, καὶ μετὰ θηρίων ἀγρίων ἡ κατοικία σου, καὶ χόρτον ὡς βοῦν ψωμιοῦσίν σε, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σέ, ἕως γνῷς ὅτι κυριεύει ὁ ὕψιστος τῆς βα- [*](20 om εν3⁰ AQ τη χλοη] om τη Q εω ς Q* εως Qᵃ 22 εκδι. AQ ωξουσιν] εκδιξουσεν Q*? (εκδιωξ. Qᵃ) κατοικεια A item 29, 32 | ψω- μιουσιν (-σι Qᵃ)] ψωμισουσιν A γνως] γνω Bᵇ ᵛiᵈ αν] εαν AQ 26 ειπαν] ειπεν AQ om των ριζων A ουρανιον] επουρανιον A 24 αδικιας] + σου AQ οικτειρμοις Q* (.τιρμ. Qᵃ) παραπτωμασι Qa 26 επι] εν Q | βασιλιας B* (- λειας Bb) om αυτου Q* (hab Qᵐᵍ) 27 om ο βασι- λευς A 28 στοματι] pr τω Q απ ουρανου] εκ του ουρ. A απο του ουρ. Q βασιλεια] + σου AQ) 29 εκδιωζουσιν (- σι Qᵃ) AQ η κατοικια] pr εσται A om και 3 0 Q ψωμισουσιν A εως] + ου AQ )

533
σιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἐὰν δόξῃ δώσει αὐτήν.

αὐτῇ [*](B) τῇ ὥρᾳ ὁ λόγος συνετελέσθη ἐπὶ Ναβουχοδονοσόρ, καὶ ἀπὸ τῶν ἀνθρώπων ἐξεδιώχθη, καὶ χόρτον ὡς βοῦς ἤσθιεν, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἐβάφη, ἕως αἱ τρίχες αὐτοῦ ὡς λεόντων ἐμεγαλύνθησαν καὶ οἱ ὄνυχες αὐτοῦ ὡς ὀρνέων.

Καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν ἐγὼ Ναβουχοδονοσὸρ τοὺς ὀφθαλμούς μου εἰς τὸν οὐρανὸν ἀνέλαβον, καὶ αἱ φρένες μου ἐπʼ ἐμέ ἐπεστράφησαν, καὶ τῷ ὑψίστῳ εὐλόγησα, καὶ τῷ ζῶντι εἰς τὸν αἰῶνα ἤνεσα καὶ ἐδόξασα, ὅτι ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος καὶ ἡ βασιλεία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν·

καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν ὡς οὐδὲν ἐλογίσθησαν· καὶ κατὰ τὸ θέλημα αὐτοῦ ποιεῖ ἐν τῇ δυνάμει τοῦ οὐρανοῦ καὶ ἐν τῇ κατοικίᾳ τῆς γῆς, καὶ οὐκ ἔστιν ὃς ἀντιποιήσεται τῇ χειρὶ αὐτοῦ καὶ ἐρεῖ αὐτῷ Τί ἐποίησας;

αὐτῷ τῷ καιρῷ αἱ φρένες μου ἐπεστράφησαν ἐπʼ ἐμέ, καὶ εἰς τὴν τιμὴν τῆς βασιλείας μου ἦλθον· καὶ ἡ μορφή μου ἐπέστρεψεν ἐπʼ ἐμέ, καὶ οἱ τύραννοί μου καὶ οἱ μεγιστᾶνές μου ἐζήτουν με, καὶ ἐπὶ τὴν βασιλείαν μου ἐκραταιώθην, καὶ μεγαλωσύνη περισσοτέρα προσετέθη μοι.

υῦυ οὖν ἐγὼ Ναβουχοδονοσὸρ αἰνῶ καὶ ὑπερυψῶ καὶ δοξάζω τὸν βασιλέα τοῦ οὐρανοῦ, ὅτι πάντα τὰ ἔργα αὐτοῦ ἀληθινὰ καὶ αἱ τρίβοι αὐτοῦ κρίσεις, καὶ πάντας τοὺς πορευομένους ἐν ὑπερηφανία δύναται ταπεινῶσαι.