Daniel (Theodotionis versio)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ἐγὼ Ναβουχοδονοσὸρ εὐθηνῶν ἥμην ἐν τῷ οἴκῳ μου καὶ εὐθαλῶν.

ἐνύπνιον ἴδον καὶ ἐφοβέρισέν με, καὶ ἐταράχθην ἐπὶ τῆς κοίτης μου, καὶ αἱ ὁράσεις τῆς κεφαλῆς μου συνετάραξάν με.

καὶ δι᾿  ἐμοῦ ἐτέθη δόγμα τοῦ εἰσαγαγεῖν ἐνώπιόν μου πάντας τοὺς σοφοὺς Βαβυλῶνος ὅπως τὴν σύγκρισιν τοῦ ἐνυπνίου γνωρίσωσίν μοι.

καὶ· εἰσεπορεύοντο οἱ ἐπαοιδοί, μάγοι, γαζαρηνοί, Χαλδαῖοι, καὶ τὸ ἐνύπνιον εἶπα ἐγὼ ἐνώπιον αὐτῶν· καὶ τὴν σύγκρισιν αὐτοῦ οὐκ ἐγνώρισάν μοι,

ἕως ἥλθεν Δανιήλ, οὗ τὸ ὄνομα Βαλτασὰρ κατὰ τὸ ὄνομα τοῦ θεοῦ μου, ὃς πνεῖμα θεοῦ ἅγιον ἐν ἑαυτῷ ἔχει. ᾧ εἶπα

Βαλτασὰρ ὁ ἄρχων τῶν ἐπαοιδῶν, ὃν ἐγὼ ἔγνων ὅτι πνεῦμα θεοῦ ἅγιον ἐν σοί, καὶ πᾶν μυστήριον οὐκ ἀδυνατεῖ σε, ἄκουσον τὴν ὅρασιν τοῦ ἐνυπνίου οὗ εἶδον, καὶ τὴν σύγκρισιν αὐτοῦ εἰπόν μοι.

ἐπὶ τῆς κοίτης μου ἐθεώρουν, καὶ ἰδοὺ δένδρον ἐν μέσῳ τῆς γῆς, καὶ τὸ ὕψος αὐτοῦ πολύ.

ἐμεγαλύνθη τὸ δένδρον καὶ ἴσχυσεν, καὶ τὸ ὕψος αὐτοῦ ἔφθασεν ἕως τοῦ οὐρανοί, καὶ τὸ κύτος αὐτοῦ εἰς τὸ πέρας ἁπάσης τῆς γῆς·

τὰ φύλλα αὐτοῦ ὡραῖα, καὶ ὁ καρπὸς αὐτοῦ πολύς, καὶ τροφὴ πάντων ἐν αὐτῷ· καὶ ὑποκάτω αὐτοῦ κατεσκήνουν τὰ θηρία τὰ ἄγρια, καὶ ἐν τοῖς κλάδοις αὐτοῦ κατῴκουν τὰ ὄρνεα τοῦ οὐρανοῦ, καὶ ἐξ αὐτοῦ ἐτρέφετο πᾶσα σάρξ.

ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς ἐπὶ τῆς κοίτης μου, καὶ ἰδοὺ εἴρ καὶ ἅγιος ἀπʼ οὐρανοῦ κατέβη

καὶ ἐφώνησεν ἐν ἰσχύι, καὶ οὕτως εἶπεν Ἐκκόψατε τὸ θέν. δρον, καὶ ἐκτίλατε τοὺς κλάδους αὐτοῦ καὶ ἐκτινάξατε τὰ φύλλα [*](98 superscr ορασις ε AQ ο βασιλευς] om ο Q om και AQ 100 η AQ εξουσια] pr και AQ γενεαν και γενεαν] γενεος γενεω | A IV 1 ευ- θαλων] ευ θαλιων Q +επι του θρονου μου A 2 ειδον Bᵃᵇ εσφοβερι σενσεν B* εφοβερισε Bᵇ συνεταρασσον Q 3 μου] εμου Q om παντας Q* (hab Qmᵍ) γνωρισωσι BᵇQᵃ 4 Χαλδαιοι] pr και οι A ειπα] ειπον Q εγνωρισαν] ανηγγειλαν Q 5 εως] + ου A Bαρτασαρ A item 6, 16 bis εχει] +και το ενυπνιον ενωπιον αυτου A 6 om θεου Q* (superscr Qᵃ) σοι] εαυτω εχει A αδυνατει] αδυνατησει A σε] σοι Q om ου ειδον A ιδον Q μοι] και αι ορασεις της κεφαλης μου Q¹(subt lineas) 8 δενδρον] +εκεινο A το περας σπασης] τα περατα πασης A τα περατα Q 9 υπο- κατωθεν Q κατωκει Q* (-κοῦν Qmg) |  τα θηρια] pr πανια Q om και 5⁰ Q 10 μου] +εγρηγορος A 11 κλαδους] καρπους A )

529
αὐτοῦ καὶ διασκορπίσατε τὸν καρπὸν αὐτοῦ· σαλευθήτωσαν τὰ [*](B) θηρία ὑποκάτωθεν αὐτοῦ καὶ τὰ ὄρνεα ἀπὸ τῶν κλάδων αὐτοῦ.

πλὴν τὴν φυὴν τῶν ῥιζῶν αὐτοῦ ἐν τῇ γῇ ἐάσατε, καὶ ἐν δεσμῷ σιδηρῷ καὶ χαλκῷ καὶ ἐν τῇ χλόῃ τῆ ἔξω καὶ ἐν τῆ δρόσῳ τοῦ οὐρανοῦ κοιτασθήσεται, καὶ μετὰ τῶν θηρίων ἡ μερὶς αὐτοῦ ἐν τῷ χόρτῳ τῆς γῆς.

ἡ καρδία αὐτοῦ ἀπὸ τῶν ἀνθρώπων ἀλλοιωθήσεται, καὶ καρδία θηρίου δοθήσεται αὐτῷ, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπʼ αὐτόν.

διὰ συνκρίματος εἰρ ὁ λόγος, καὶ ῥῆμα ἁγίων τὸ ἐπερώτημα, ἵνα γνῶσιν οἱ ζῶντες ὅτι κύριός ἐστιν ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἐὰν δόξῃ δώσει αὐτὴν καὶ ἐξουθένημα ἀνθρώπων ἀναστήσει ἐπʼ αὐτήν.

τοῦτο τὸ ἐνύπνιον ὃ ἴδον ἐγὼ Ναβουχοδονοσὸρ ὁ βασιλεύς, καὶ σύ, Βαλτασ.ὶρ, τὸ σύγκριμα εἰπόν, ὅτι πάντες οἱ σοφοὶ τῆς βασιλείας μου οὐ δύνανται τὸ σύγκριμα αὐτοῦ δηλῶσαί μοι· σὺ δέ, Δανιὴλ, δύνασαι, ὅτι θεοῦ πνεῦμα ἄγιον ἐν σοί.

Τότε Δανιὴλ, οὗ τὸ ὄνομα Βαλτασάρ, ἀπενεώθη ὡσεὶ ὥραν μίαν, καὶ οἱ διαλογισμοὶ αὐτοῦ συνετάρασσον αὐτόν. καὶ ἀπεκρίθη Βαλτασὰρ καὶ εἶπεν Κύριε, τὸ ἐνύπνιον ἔστω τοῖς μισοῦσίν σε, καὶ ἡ σύγκρισις αὐτοῦ τοῖς ἐχθροῖς σου.

τὸ δένδρον ὃ ἴδες μεγαλυνθὲν καὶ τὸ ἰσχυκός, οὗ τὸ ὕψος ἔφθανεν εἰς τὸν οὐρανὸν καὶ τὸ κύτος αὐτοῦ εἰς πᾶσαν τὴν γῆν,

καὶ τὰ φύλλα αὐτοῦ εὐθαλῆ, καὶ ὁ καρπὸς αὐτοῦ πολύς, καὶ τροφὴ πᾶσιν ἐν αὐτῷ· ὑποκάτω αὐτοῦ κατῴκουν τὰ θηρία τὰ ἄγρια, καὶ ἐν τοῖς κλάδοις αὐτοῦ κατεσκήνουν τὰ ὄρνεα τοῦ οὐρανοῦ·

σὺ εἶ, βασιλεῦ· ὅτι ἐμεγαλύνθης καὶ ἴσχυσας. καὶ ἡ μεγαλωσύνη σου ἐμεγαλύνθη καὶ ἔφθασεν εἰς τὸν οὐρανόν, καὶ ἡ κυρία σου εἰς τὰ πέρατα τῆς γῆς.

καὶ ὅτι ἴδεν ὁ βασιλεὺς εἰρ καὶ ἅγιον καταβαίνοντα ἀπὸ τοῦ οὐρανοῦ· καὶ εἶπεν Ἐκτί- [*](11 τον καρπον] τους καρπους A σαλευθητω Q 12 κοιτασθησεται] AQ superscr συ (sic) Q? θ΄ αυλισθησεται Qmᵍ των θηριων] θηριων αγριων Q της γης] του αγρου Q 13 απο των ανων η καρδια αυτων Q om και2⁰ Q 14 συγκριματος BᵃᵇAQ ρημα] λογος A αγιων] ων non inst Bᵇ | περωτημα Β* (ε superscr Bᵃᵇ) om εστιν Q ο υφιστος] + κυριευει Q εαν] αν Q εξουδενημα] εξουθενωμα A εξουθενημα Q αναστησεται A αυτην 2 0] αυτης Q* (-την Qa) 15 ειδον Bᵃᵇ om αυτου Q θῦ πνα θυ Β* (non inst θυ 2⁰ Bᵇ) πνα θῦ AQ εν σοι αγιον A 16 απηνεωθη BᵃᵇAQ | αυτον] +και απεκριθη ο βασιλευς και ειπεν Βαλτασαρ (δαρτ. A) το ενυπνιον και η συγκρισις (+αυτου Q) μη κατασπευσατω σε AQ om κυριε Q εστω το ενυ- πνιον A το εν. βασιλευ μισουσι Qᵃ 17 ειδες B ab μεγαλυνθεν] pr το Q εφθανεν] εφθασεν AQ 18 om και 1⁰ A πολυ Q* (superscr ς Qᵃ) κατεσκηνουν] κατωκουν A 19 κυρεια Bᵃᵇ κυριεια A 20 ειδεν Bᵃᵇ απο του ουρ.] εκ του ουρ. A απ ουρ. Q )

531
λατε τὸ δένδρον καὶ διαφθείρατε αὐτό, πλὴν τὴν φυὴν τῶν [*](B) όιζῶν αὐτοῦ ἐάσατε ἐν τῇ γῆ. καὶ ἐν δεσμῷ σιδηρῷ καὶ ἐν χαλκῷ καὶ ἐν τῇ χλόῃ τῇ ἔξω καὶ ἐν τῇ δρόσῳ τοῦ οὐρανοῦ αὐλισθήσεται, καὶ μετὰ θηρίων ἀγρίων ἡ μερὶς αὐτοῦ ἕως οὖ ἑπτὰ καιροὶ ἀλλοιωθῶσιν ἐπʼ αὐτόν.