Daniel (translatio Graeca)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἔτι λαλοῦντός μου ἐν τῇ προσευχῇ μου, καὶ ἰδοὺ ὁ ἀνὴρ ὃν εἶδον ἐν τῷ ὕπνῳ μου τὴν ἀρχήν, Γαβριὴλ, τάχει φερόμενος προσήγγισέ μοι ἐν ὥρᾳ θυσίας ἑσπερινῆς.

καὶ προσῆλθε καὶ ἐλάλησε μετʼ ἐμοῦ καὶ εἶπεν Δανιὴλ, ἄρτι ἐξῆλθον ὑποδεῖξαί σοι διάνοιαν.

ἐν ἀρχῇ τῆς δεήσεως σου ἐξῆλθε πρόσταγμα παρὰ Κυρίου, καὶ ἐγὼ ἧλθον ὑποδεῖξαί σοι, ὅτι ἐλεεινὸς εἶ καὶ διανοήθητι τὸ πρόσταγμα.

ἑβδομήκοντα ἑβδομάδες ἐκρίθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν Σιὼν συντελεσθῆναι τὴν ἁμαρτίαν καὶ τὰς ἀδικίας σπανίσαι [*](Syr)[*](16 εις ονειδ.] + εγενετο Syr 17 επι τας δεησεις] των δεησεων Syrᵛⁱᵈ μου] αυτου Syr 18 om επ αυτης Syrᵛⁱᵈ τη δικαιοσυνη Syr | συ ιλατευσον] συ ελεησον Syrmg + ημιν Syr 19 χρονησης 87 Σιων] ω sup ras 87? 20 του λαου μου] του γενους μου Syrᵐᵍ 23 οτι ελεεινος ει] σ΄ οτι ανηρ επιθυμητος ει Syr mg προσταγμα] + και διενοηθην το προσταγμα Syr 24 τας αδικιας (1⁰)] την αδικιαν Syr )

560
[*](87) καὶ ἀπαλεῖψαι τὰς ἀδικίας, καὶ διανοηθῆναι τὸ ὃραμα καὶ δοθῆναι δικαιοσύνην αἰώνιον καὶ συντελεσθῆναι τὰ ὁράματα καὶ προφήτην, καὶ εὐφρᾶναι ἅγιον ἁγίων.

καὶ γνώσῃ καὶ διανοηθήσῃ καὶ εὐφρανθήσῃ καὶ εὑρήκεις προστάγματα ἀποκριθῆναι, καὶ οἰκοδομήσεις Ἰερουσαλὴμ πόλιν Κυρίῳ.

καὶ μετὰ ἑπτὰ καὶ ἑβδομήκοντα καὶ ἑξήκοντα δύο ἀποσταθήσεται χρίσμα καὶ οὐκ ἔσται, καὶ βασιλεία ἐθνῶν φθερεῖ τὴν πόλιν καὶ τὸ ἅγιον μετὰ τοῦ χριστοῦ, καὶ ἣξει ἡ συντέλεια αὐτοῦ μετ᾿ ὀργῆς καὶ καιροῦ συντελείας· ἀπὸ πολέμου πολεμηθήσεται.

καὶ δυναστεύσει ἡ διαθήκη εἰς πολλούς· καὶ πάλιν ἐπιστρέψει, καὶ ἀνοικοδομηθήσεται εἰς πλάτος καὶ μῆκος καὶ κατὰ συντέλειαν καιρῶν, καὶ μετὰ ἑπτὰ καὶ ἑβδομήκοντα καιροὺς καὶ ξβ᾿ ἐτῶν ἕως καιροῦ συντελείας πολέμου, καὶ ἀφαιρεθήσεται ἡ ἐρήμωσις ἐν τῷ κατισχῦσαι τὴν διαθήκην ἐπὶ πολλὰς ἑβδομάδας· καὶ ἐν τῷ τέλει τῆς ἑβδομάδος ἀρθήσεται ἡ θυσία καὶ ἡ σπονδή, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἐρημώσεων ἔσται ἕως συντελείας, καὶ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν.