Daniel (translatio Graeca)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
τῷ πρώτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἐγὼ Δανιὴλ διενοήθην ἐν ταῖς βίβλοις τὸν ἀριθμὸν τῶν ἐτῶν, ὅτε ἐγένετο πρόσταγμα τῇ γῆ ἐπὶ Ἰερεμίαν τὸν προφήτην ἐγεῖραι εἰς ἀναπλήρωσιν ὀνειδισμοῦ Ἰερουσαλήμ, ἑβδομήκοντα ἔτη.
καὶ ἔδωκα τὸ πρόσωπόν μου ἐπὶ Κύριον τὸν θεὸν εὑρεῖν προσευχὴν καὶ ἔλεος ἐν νηστείαις καὶ σάκκῳ καὶ σποδῷ.
καὶ προσηυξάμην πρὸς Κύριον τὸν θεόν· ἐξωμολογησάμην καὶ εἶπα Ἰδού, κύριε, σὺ εἶ ὁ θεὸς ὁ μέγας καὶ ὁ ἰσχυρὸς καὶ ὁ φοβερός, τηρῶν τὴν διαθήκην καὶ τὸ ἔλεος τοῖς ἀγαπῶσί σε [*](Syr)[*](22 και τα συντριβεντα...οπισω αυτου] και οτι συνετριβη και εστη οπ. αυτ. Syrᵐᵍ τεσσαρες] ρες sup ras 87? 23 adnot αντιχριστος 87ᵐᵍinf 26 pr και Syr το οραμα 87 (deest ??) 27 α αναστας 87 παλιν παλιν 87* (improb 2⁰ 87ᵃ) το οραματι 87 IX 1 του Ξ.] υιου Ξ. Syrᵐᵍ 2 των αριθμων 87 τον τον προφ. 87 εγερθηναι Syrvⁱᵈ 4 προσηυξαμην] ras aliq sup ο et υ 87ᵃ εξωμολογησαμην] pr και Syr )
ἡμάρτομεν, ὴδικήσαμεν, ἠσεβήσαμεν, καὶ ἀπέστημεν καὶ παρέβημεν τὰς ἐντολάς σου καὶ τὰ κρίματά σου·
καὶ οὐκ ἠκούσαμεν τῶν παίδων σου τῶν προφητῶν, ἃ ἐλάλησαν ἐπὶ τῷ ὀνόματί σου ἐπὶ τοὺς βασιλεῖς ἡμῶν καὶ δυνάστας ἡμῶν καὶ πατέρας ἡμῶν, καὶ παντὶ ἔθνει ἐπὶ τῆς γῆς.
σοί, κύριε, ἡ δικαιοσύνη, καὶ ἡμῖν ἡ αἰσχύνη τοῦ προσώπου, κατὰ τὴν ἡμέραν ταύτην, ἀνθρώποις Ἰούδα καὶ καθημένοις ἐν Ἰερουσαλὴμ καὶ παντὶ τῷ λαῷ Ἰσραήλ, τῷ ἔγγιστα καὶ τῷ ἀπωτέρω ἐν πάσαις ταῖς χώραις εἰς ἅς διεσκόρπισας αὐτοὺς ἐκεῖ ἐν τῇ πλημμελείᾳ ᾖ ἐπλημμέλησαν ἐναντίον σου.
δέστ ποτα, ἡμίν ἡ αἰσχύνη τοῦ προσώπου καὶ τοῖς βασιλεῦσιν ἡμῶν καὶ δυνάσταις καὶ τοῖς πατράσιν ἡμῶν, ὅτι ἡμάρτομέν σοι.
τῷ κυρίῳ ἡ δικαιοσύνη καὶ τὸ ἔλεος, ὅτι ἀπέστημεν ἀπὸ σοῦ,