Daniel (translatio Graeca)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
καὶ ἤκουον ἑτέρου ἁγίου λαλοῦντος· καὶ εἶπεν ὁ ἕτερος ἅγιος τῷ φελμουνὶ τῷ λαλοῦντι Ἒως τίνος τὸ ὅραμα στήσεται καὶ ἡ θυσία ἡ ἀρθεῖσα καὶ ἡ ἁμαρτία ἐρημώσεως ἡ δοθεῖσα, καὶ τὰ ἅγια ἐρημωθήσεται εἰς καταπάτημα;
καὶ εἶπεν αὐτῷ Ἒως ἑσπέρας καὶ πρωί, ἡμέραι δισχίλιαι τριακόσιαι· καὶ καθαρισθήσεται τὸ ἅγιον.
Καὶ ἐγένετο ἐν τῷ θεωρεῖν με, ἐγὼ Δανιὴλ τὸ ὃραμα ἐζήτουν διανοηθῆναι· καὶ ἰδοὺ ἔστη κατεναντίον μου ὡς ὃρασις ἀνθρώπου.
καὶ ἤκουσα φωνὴν ἀνθρώπου ἀνὰ μέσον τοῦ Οὐλαί, καὶ ἐκάλεσε καὶ εἶπεν Γαβριὴλ, συνέτισον ἐκεῖνον τὴν ὅρασιν. καὶ ἀναβοήσας εἶπεν ὁ ἄνθρωπος Ἐπὶ τὸ πρόσταγμα ἐκεῖνο ἡ ὄρασις.
καὶ ἦλθε καὶ ἔστη ἐχόμενός μου τῆς στάσεως· καὶ ἐν τῷ ἔρχεσθαι αὐτὸν ἐθορυβήθην καὶ ἔπεσα ἐπὶ πρόσωπόν μου· καὶ εἶπέν μοι Διανοήθητι, υἱὲ ἀνθρώπου· ἔτι γὰρ εἰς ὥραν καιροῦ τοῦτο τὸ ὅραμα.
καὶ λαλοῦντος αὐτοῦ μετʼ ἐμοῦ ἐκοιμήθην ἐπὶ πρόσωπον χαμαί, καὶ ἁψάμενός μου ἢγειρέ με ἐπὶ τοῦ τόπου,
καὶ εἶπέ μοι Ἰδοὺ ἐγὼ ἀπαγγέλλω σοι ἃ ἔσται ἐπʼ ἐσχάτου τῆς ὀργῆς τοῖς υἱοῖς τοῦ λαοῦ σου· ἔτι γὰρ εἰς ὥρας καιροῦ συντελείας μενεῖ.
τὸν κριὸν ὃν εἶδες τὸν ἔχοντα τὰ κέρατα, βασιλεὺς Μήδων καὶ Περσῶν ἐστι