Daniel (translatio Graeca)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ἔτους πρώτου βασιλεύοντος Βαλτασὰρ χώρας Βαβυλωνίας Δανιὴλ ὅραμα εἶδε παρὰ κεφαλὴν ἐπὶ τῆς κοίτης αὐτοῦ. τότε Δανιὴλ τὸ ὅραμα, ὃ εἶδεν, ἔγραψεν εἰς κεφάλαια λόγων.

Ἐπὶ τῆς κοίτης μου ἐθεώρουν καθʼ ὕπνους νυκτός, καὶ ἰδοὺ τέσσαρες ἄνεμοι [*](Syr)[*](20 αποlπο 87 22 om και 3° Syr 24 τα τα οστα 87 25 χωραις κ. γλωσσαις Syr 26 προσκυνῦν τες 87eᵈ 28 προς το γενος] adnot (ut vid)? προς? τους πατερας Syrmg ÷ και Δανιηλ (÷ 87)...Δαρειου 87 Syr )

546
[*](87) τοῦ οὐρανοῦ ἐνέπεσον εἰς τὴν θάλασσαν τὴν μεγάλην.

καὶ τέσσαρα θηρία ἀνέβαινον ἐκ τῆς θαλάσσης, διαφέροντα ἓν παρὰ τὸ ἕν.

τὸ πρῶτον ὡσεὶ λέαινα ἔχουσα πτερὰ ὡσεὶ ἀετοῦ· ἐθεώρουν ἕως ὅτου ἐτίλη τὰ πτερὰ αὐτῆς, καὶ ἤρθη ἀπὸ τῆς γῆς, καὶ ἐπὶ ποδῶν ἀνθρωπίνων ἐστάθη καὶ ἀνθρωπίνη καρδία ἐδόθη αὐτῇ.

καὶ ἰδοὺ μετʼ οὐ τὴν ἄλλο θηρίον ὁμοίωσιν ἔχον ἄρκου, καὶ ἐπὶ τοῦ ἑνὸς πλευροῦ ἐστάθη, καὶ τρία πλευρὰ ἣν ἐν τῷ στόματι αὐτῆς ἐν μέσῳ ὀδόντων αὐτῆς, καὶ οὕτως εἶπεν Ἀνάστα, κατάφαγε σάρκας πολλάς.

καὶ μετὰ ταῦτα ἐθεώρουν θηρίον ἄλλο ὡσεὶ πάρδαλιν· καὶ πτερὰ τέσσαρα ἐπέτεινον ἐπάνω αὐτοῦ, καὶ τέσσαρες κεφαλαὶ τῷ θηρίῳ.

μετὰ δὲ ταῦτα ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς θηρίον τέταρτον φοβερόν, καὶ ὁ φόβος αὐτοῦ ὑπερφέρων ἰσχύι, ἔχον ὀδόντας σιδηροῦς μεγάλους. ἐσθίον καὶ κοπανίζον, κύκλῳ τοῖς ποσὶ καταπατοῦν, διαφόρως χρώμενον παρὰ πάντα τὰ πρὸ αὐτοῦ θηρία· εἶχε δέ κέρατα δέκα,

καὶ βουλαὶ πολλαὶ ἐν τοῖς κέρασιν αὐτοῦ. καὶ ἰδοὺ ἄλλο ἒν κέρας ἀνεφύη ἀνὰ μέσον αὐτῶν μικρὸν ἐν τοῖς κέρασιν αὐτοῦ, καὶ τρία τῶν κεράτων τῶν πρώτων ἐξηράνθησαν δι᾿ αὐτοῦ· καὶ ἰδοὺ ὀφθαλμοὶ ὥσπερ ὀφθαλμοὶ ἀνθρώπινοι ἐν τῷ κέρατι τούτῳ καὶ στόμα λαλοῦν μεγάλα, καὶ ἐποίει πόλεμον πρὸς τοὺς ἁγίους.

ἐθεώρουν ἕως ὅτε θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθητο ἔχων περιβολὴν ὡσεὶ χιόνα, καὶ τὸ τρίχωμα τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον λευκὸν καθαρόν· ὁ θρόνος ὡσεὶ φλὸξ πυρός, τροχοὶ αὐτοῦ πῦρ καιόμενον.

ποταμὸς πυρὸς ἕλκων, καὶ ἐξεπορεύετο κατὰ πρόσωπον αὐτοῦ ποταμὸς πυρός· χίλιαι χιλιάδες ἐθεράπευον αὐτὸν καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ· καὶ κριτήριον ἐκάθισε καὶ βίβλοι ἠνεῴχθησαν.

ἐθεώρουν τότε τὴν φωνὴν τῶν λόγων τῶν μεγάλων ὧν τὸ κέρας ἐλάλει· θεωρῶν ἤμην, καὶ ἀπετυμπανίσθη τὸ θηρίον, καὶ ἀπώλετο [*](Syr)[*](4 ndnot η βασιλεια των Βαβυλωνιων 87ᵐᵍinf 5 adnot ΙΙερσαι και Μηδοι 87mg εχων 87 ⋇ εν μεσω οδοντων αυτης 87 εν μ. οδ. αυτης Syr 6 adnot οἱ απο Αλεξανδρου κρατησαντες Eλληνες 87mg ταυτα] ras aliq sup ταυ 87? (fort prius τʼ αυτα) τω θηριω (in ω bis ras aliq 87a)] + και γλωσσα εδοθη αυτω Syr 7 adnot οι νυν κρατουντες Ρωμαιοι 87ᵐg κοπανιζων 87 (-ζον 87¹) κερατα δεκα] adnot αι ί βασιλειαι 87ᵐᵍ 8 και ΒoYλΑΙ Syrmg πολλαι] μεγαλαι Syr και ιδου] adnot τελευταιον του αντιχριστου 87ᵐg τρια των κερατων] adnot σημαινει οτι τρεις βασιλεις αινιττονται Αιγυπ- του Αιβυων Αιθιοπων 87mg εξηρανθησαν δι αυτου (διαγτογ Syr mg)] εξερριζωθη απο προσωπου αυτου Syrmᵍ ÷ και εποιει πολεμον προς τους ( ÷ 87) αγιους 87 Syr 9 χιων 87* (χιονα 87¹) 9—10 ⋇ τροχοι αυτου πυρ καιομενον (⋇ 87)..ελκων 87 (deest ??) Syr 9 τροχοι] αρμα Syrᵐᵍ ᵛⁱᵈ 10 KPITHPION Syrmᵍ 11 ⋇ θεωρων ημην Syr)

548
[*](87) τὸ σῶμα αὐτοῦ καὶ ἐδόθη εἰς καῦσιν πυρός.

καὶ τοὺς κύκλῳ αὐτοῦ ἀπέστησε τῆς ἐξουσίας αὐτῶν, καὶ χρόνος ζωῆς ἐδόθη αὐτοῖς ἕως χρόνου καὶ καιροῦ.

ἐθεώρουν ἐν ὁράματι τῆς νυκτός, καὶ ἰδοὺ ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἤρχετο, καὶ ὡς παλαιὸς ἡμερῶν παρῆν· καὶ οἱ παρεστηκότες παρῆσαν αὐτῷ.

καὶ ἐδόθη αὐτῷ ἐξουσία καὶ τιμὴ βασιλική, καὶ πάντα τὰ ἔθνη τῆς γῆς κατὰ γένη καὶ πᾶσα δόξα αὐτῷ λατρεύουσα· καὶ ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος ἥτις οὐ μὴ ἀρθῇ, καὶ ἡ βασιλεία αὐτοῦ, ἥτις οὐ μὴ φθαρῇ.

Καὶ ἀκηδιάσας ἐγὼ Δανιὴλ ἐν τούτοις ἐν τῷ ὁράματι τῆς νυκτός, ἐτάρασσόν με οἱ διαλογισμοί μου.

προσῆλθον πρὸς ἕνα τῶν ἑστώτων καὶ τὴν ἀκρίβειαν ἐζήτουν παρʼ αὐτοῦ ὑπέρ πάντων τούτων. ἀποκριθεὶς δὲ λέγει μοι καὶ τὴν κρίσιν τῶν λόγων ἐδήλωσέ μοι

Ταῦτα τὰ θηρία τὰ μεγάλα εἰσὶ τέσσαρες βασιλεῖαι, αἲ ἀπολοῦνται ἀπὸ τῆς γῆς·

καὶ παραλήψονται τὴν βασιλείαν ἅγιοι Ὑψίστου, καὶ καθέξουσι τὴν βασιλείαν ἕως τοῦ αἰῶνος τῶν αἰώνων.

τότε ἤθελον ἐξακριβάσασθαι περὶ τοῦ θηρίου τοῦ τετάρτου τοῦ διαφθείροντος πάντα καὶ ὑπερφόβου· καὶ ἰδοὺ οἱ ὀδόντες αὐτοῦ σιδηροῖ καὶ οἱ ὄνυχες αὐτοῦ χαλκοῖ, κατεσθίοντες πάντας κυκλόθεν καὶ περιπατοῦντες τοῖς ποσί.

καὶ περὶ τῶν δέκα κεράτων αὐτοῦ τῶν ἐπὶ τῆς κεφαλῆς, καὶ τοῦ ἑνὸς τοῦ ἄλλου τοῦ προσφυέντος, καὶ ἐξέπεσαν δι᾿ αὐτοῦ τρία, καὶ τὸ κέρας ἐκεῖνο εἶχεν ὀφθαλμοὺς καὶ στόμα λαλοῦν μεγάλα, καὶ ἡ πρόσοψις αὐτοῦ ὑπερέφερε τὰ ἄλλα.