Susanna (Theodotionis versio)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ οὐκ ἠθέλησεν ἀναγγεῖλαι ἡμῖν. ταῦτα μαρτυροῦμεν. καὶ ἐπίστευσεν αὐτοῖς ἡ συναγωγὴ ὡς πρεσβυτέροις τοῦ λαοῦ καὶ κριταῖς, καὶ κατέκριναν αὐτὴν ἀποθανεῖν.

ἀνεβόησεν δέ φωνῇ μεγάλῃ Σουσάννα καὶ εἶπεν Ὁ θεὸς ὁ αἰώνιος ὁ τῶν κρυπτῶν γνώστης, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν,

σὺ ἐπίστασαι ὅτι ψευδῆ μου κατεμαρτύρησαν· καὶ ἰδοὺ ἀποθνήσκω, μὴ ποιήσασα μηδέν ὅν οὗτοι ἐπονηρεύσαντο κατʼ ἐμοῦ.

Καὶ εἰσήκουσεν Κύριος τῆς φωνῆς αὐτῆς.

καὶ ἀπαγομένης αὐτῆς ἀπολέσθαι, ἐξήγειρεν [*](27 Σουσαννας AQ 28 πρεσβυται] πρεσβυτεροι AQ Σουσαννας BᵃᵇAQ AQ 29 Σωσανναν Brescr 31 Σωσαννα Brescr 32 κατακεκαλυμμενη] περι- κεκαλ. Q 33 ιδοντες] ειδοτες 34 πρεσβυται] πρεσβυτεροι AQ του λαου AQ χειρας] + ουτων Q της κεφαλης A 35 Κυριω] pr τω AQ 36 πρεσβυται] πρεσβυτεροι AQ και απεκλεισεν...παιδισκας] και απελυσεν τας παιδίσκας και απεκλεισεν τας θυρας του παραδεισου A 37 ανεπεσεν A (αναιπ.) Q 38 εδραμομεν] επεδραμομεν Q 39 om και ιδοντες συγγ. αυτους Q* (hab Qmg  εγκρατεις] περικρατεις A 41 αναγγειλαι] απαγγειλαι AQ 42 ανεβοησεν δε] και ανεβ. A 43 κατεμαρτυρησαν] ε sup ras Bᵃᵇ επονηρευσαντο] superscr συ΄ Q? θ΄ κατεμαρτυρησαν Qᵐᵍ 44 εισηκουσεν] επηκουσεν A | Κυριος] ο θς A)

583
ὁ θεὸς τὸ πνεῦμα τὸ ἅγιον παιδαρίου νεωτέρου ᾧ ὄνομα Δανιὴλ. [*](B)

καὶ ἐβόησεν φωνῇ μεγάλῃ Ἀθῷος ἐγὼ ἀπὸ τοῦ αἵματος ταύτης.

ἐπέστρεψεν δὲ πᾶς ὁ λαὸς πρὸς αὐτὸν καὶ εἶπαν Τίς ὁ λόγος οὗτος ὃν σὺ λελάληκας;

ὁ δὲ στὰς ἐν μέσῳ αὐτῶν εἶπεν Οὕτως μωροί, οἱ υἱοὶ Ἰσραήλ; οὐκ ἀνακρίναντες οὐδὲ τὸ σαφές ἐπιγνόντες κατεκρίνατε θυγατέρα Ἰσραήλ;

ἀναστρέψατε εἰς τὸ κριτήριον· ψευδῆ γὰρ οὖτοι κατεμαρτύρησαν αὐτῆς.

καὶ ἀνέστρεψεν πᾶς ὁ λαὸς μετὰ σπουδῆς. καὶ εἶπαν αὐτῷ οἱ πρεσβύτεροι Δεῦρο κάθισον ἐν μέσῳ ἡμῶν καὶ ἀνάγγειλον ἡμῖν, § ὅτι σοὶ δέδωκεν ὁ θεὸς τὸ πρεσβεῖον.

[*](§ Γ)

καὶ εἶπεν πρὸς αὐτοὺς Δανιὴλ Διαχωρίσατε αὐτοὺς ἀπʼ ἀλλήλων μακράν, καὶ ἀνακρινῶ αὐτούς.

ὡς δὲ διεχωρίσθησαν εἰς ἀπὸ τοῦ ἑνός, ἐκάλεσεν τὸν ἕνα αὐτῶν καὶ εἶπεν πρὸς αὐτόν Πεπαλαιωμένε ἡμερῶν κακῶν, νῦν ἥκασιν αἱ ἁμαρτίαι σου ἃς ἐποίεις τὸ πρότερον,

κρίνων κρίσεις ἀδίκους, καὶ τοὺς μέν ἀθῴους κατακρίνων, ἀπολύων δέ τοὺς αἰτίους, λέγοντος τοῦ κυρίου Ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς.

νῦν οὗν ταύτην εἴπερ ἴδες, εἰπόν ῾ Υπὸ τί δένδρον ἴδες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις; ὁ δὲ εἶπ εν ῾ Υπὸ σχῖνον.

εἶπεν δὲ Δανιὴλ Ὀρθῶς ἔψευσαι εἰς τὴν σεαυτοῦ κεφαλήν· ἥδη γὰρ ἄγγελος τοῦ θεοῦ λαβὼν φάσιν παρὰ τοῦ θεοῦ σχίσει σε μέσον.

καὶ μεταστήσας αὐτὸν ἐκέλευσεν προσαγαγεῖν τὸν ἕτερον· καὶ εἶπεν αὐτῷ Σπέρμα Χανάαν καὶ οὐκ Ἰούδα, τὸ κάλλος ἐξηπάτησέν σε, καὶ ἐπιθυμία διέστρεψεν τὴν καρδίαν σου.

οὕτως ἐποιεῖτε θυγατράσιν Ἰσραήλ, καὶ ἐκεῖναι φοβούμεναι ὡμίλουν ὑμῖν· ἀλλʼ οὐ θυγάτηρ Ἰούδα ὑπέμεινεν τὴν ἀνομίαν ὑμῶν.

νῦν οὗν λέγε μοι ῾ Υπὸ τί δένδρον κατέλαβες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις; ὁ δὲ εἶπεν ῾ Υπὸ πρῖνον.

εἶπ εν δὲ αὐτῷ Δανιὴλ ᾿Ορθῶς ἔψευσαι καὶ σὺ εἰς τὴν σεαυτοῦ κεφαλήν· μένει γὰρ ὁ ἄγγελος τοῦ θεοῦ τὴν ῥομφαίαν ἔχων πρίσαι σε μέσον, ὅπως ἐξολεθρεύσῃ ὑμᾶς.

Καὶ ἀνεβόησεν πᾶσα ἡ συναγωγὴ φωνῇ μεγάλῃ, καὶ εὐλόγησαν τῷ θεῷ τῷ σώ- [*](45—46 το πνα το αγιον...απο του αιματος rescr Bᵐan ant 46 μεγαλη] AQΓ + και ειπεν Q* (sed improb vid Q?) αθωος] καθαρος AQ 48 το σαφες] om το Q* (hab Qᵐg) 49 αναστρεψατε] + δη Q 50 om πας BᵃᵇQ δευρο] + και Q εν μεσω] ανα μεσω (sic) A αναγγειλον] απαγγειλον AQ δεδωκεν] εδωκεν AQ πρεσβειον] πρεσβυτεριον AQ* (- ρειον Qᵃ) Γ 52 om νυν Q* (hab Qmg) 53 κρισις A 54 ιδες 1⁰] ειδες BᵃᵇAΓ ιδες 2⁰] ειδες Bᵃᵇ κατελαβες A 55 εψευσω QΓ ηδη] μενει Q ηδε[ως?] Γᵛⁱᵈ αγγελος] pr ο Q σχισαι Q 56 επιθυμια] pr η AQ 57 ουτως] + γαρ Q και εκειναι] κακειναι AQ 58 om αλληλοις Qᵃ (hab Qmg) ο δε] ο sup ras B? 59 εψευσω QΓ εξολοθρευση Bb εξολεθρευσει AΓ 60 ανεβοησαν A ευλογησαν] εβοησᾶ A τω θεω τω σωζοντι] τον θν τον σωζοντα Q)

585
ζοντι τοὺς ἐλπίζοντας ἐπʼ αὐτόν.