Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ ἀνέκραγεν εἰς τὰ ὦτά μου φωνῇ μεγάλῃ λέγων Ἤγγικεν ἡ ἐκδί. κησις τῆς πόλεως· καὶ ἕκαστος εἶχεν τὰ σκεύη τῆς ἐξολεθρεύσεας ἐν χειρὶ αὐτοῦ.

καὶ ἰδοὺ ἓξ ἄνδρες ἤρχοντο ἀπὸ τῆς ὁδοῦ τῆς πύλης τῆς ὑψηλῆς τῆς βλεπούσης πρὸς βορρᾶν, καὶ ἑκάστου πέλυξ ἐν τῇ χερὶ αὐτοῦ· καὶ εἰς ἀνὴρ ἐν μέσῳ αὐτῶν ἐνδιδυκὼς ποδήρη, καὶ ζώνη σαπφείρου ἐπὶ τῆς ὀσφύος αὐτοῦ· καὶ εἰσήλθοσαν καὶ ἔστησαν ἐχόμενοι τοῦ θυσιαστηρίου τοῦ χαλκοῦ.

καὶ δόξα θεοῦ τοῦ [*](A)[*](12 εορακας (εωρ. Bᵇ) υιε ανθρωπου] υιε ανου εωρακας A του οικου] om του A ποιουσιν] + ωδε A + (sub οι γʼ ?? ) ε τω σκοτει ()ᵐΜ ορα ο κυριος εγκαταλελοιπεν Κοριος] εγκαταλελοιπεν κς ουκ εφορα ο κς A κυριος 1⁰] +α'ρʼ ?? ημας Qmᵍ 13 ετι] + α'θʼ ?? επιστρεψας Qᵐᵍ οψη AQ); item 15 14 γυναικες εκει Q τον Οαμμουζ] τον Αδωνι] Qᵐᵍ 15 εορακας υιε αν??ου Q εορακας (εωρ. BᵇA ; iemn 17)] +μη μικρα τω οικω Ιουδα του ποιειν τας ανομιας ας πεποιηκαν αυτοι ωδε A ετι] + αʼθʼ επιστρεψας Qᵐᵍ 16 και 2⁰] +ιδου A του ναου] om του A | αιλαμ (ελ. Q)] σʼ προπυλου Qmg ειποσι] + και πεντε AQ ουτων 1⁰] + δεδωκοτες A του κυριου] om του A προσ- κυνουσιν] προσεκυνουν A + κατ ανατολας A et (sub θ' ??) Q 17 Ιουδα] Ιηλ A επλανησαν B (επλησαν Bᵃᵇ) ανομιας 2⁰] + παι επεπτρεψαν (+ του Q) παροργισαι με A et (sub θ' ) Q | αυτοι] +εκτειτουσιν (εκτιν. A) το κλημα A et (sub ?? ) Q (pro δου...κλημα leg σʼ ӄ ως αφιεντες εισιν ηχον ως ασμα Qmg) ως μυκτηριζοντες] α προς μυκτηρα ουτων θʼ εις τον μυκτηρα αυτω| σʼ δια των μυκτηρων ουτων Βmᵍ 18 ελεησω] +παι κα- λεσουσιν εν τοις ωσιν μου (φωωνη μεγαλη Q) και ου μη εισακουσω αυταον A et (sub θʼ ?? ) Q IX 1 εκαστος] αυτος A εξολοθρευσεως Bᵃᵇ 2 πυλης] πολεως 0 (πυλ. Qᵃ) | ανηρ εις Q ζωνην AQ εχομεσα A 3 του Ισραηλ] om του A )

399
Ἰσραὴλ ἀνέβη ἀπὸ τῶν χερουβείν, ἡ οὖσα ἐπʼ αὐτῶν, εἰς τὸ—αἴθριον [*](Β) τοῦ οἴκου. καὶ ἐκάλεσεν τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὸν ποδήρη, ὃς εἶχεν ἐπὶ τῆς ὀσφύος αὐτοῦ ζώνην,

καὶ εἶπεν πρὸς αὐτόν Δίελθε μέσην Ἰερουσαλήμ, καὶ δὸς σημεῖον ἐπὶ τὰ μέτωπα τῶν ἀνδρῶν τῶν καταστεναζόνταων καὶ τῶν κατωδυναωμένων ἐπὶ πάσαις ταῖς ἀνομίαις ταῖς γινομέναις ἐν μέσῳ αὐτῶν.

καὶ τούτοις εἶπεν ἀκούοντός μου Πορεύεσθε ὀπίσω αὐτοῦ εἰς τὴν πόλιν, καὶ κόπτετε καὶ μὴ φείδεσθε τοῖς ὀφθαλμοῖς ὑμῶν, καὶ μὴ ἐλεήσητε·

πρεσβύτερον καὶ νεανίσκον καὶ παρθένον καὶ νήπια καὶ γυναῖκας ἀποκτείνατε εἰς ἐξάλειψιν, ἐπὶ δὲ πάντας ἐφʼ οὕς ἐστιν τὸ σημεῖον μὴ ἐγγίσητε· ἀπὸ τῶν ἁγίων μου ἄρξασθε. καὶ ἤρξαντο ἀπὸ τῶν ἀνδρῶν τῶν πρεσβυτέρων οἱ ἤσαν ἔσω ἐν τῷ οἴκῳ.

καὶ εἶπεν πρὸς αὐτούς Μιάνατε τὸν οἶκον, καὶ πλήσατε τὰς ὁδοὺς νεκρῶν ἐκπορευόμενοι, καὶ κόπτετε.

καὶ ἐγένετο ἐν τῷ κόπτειν αὐτοὺς καὶ πίπτω ἐπὶ πρόσωπόν μου, καὶ ἀνεβόησα καὶ εἶπα Οἴμοι, Κύριε, ἐξαλείφεις σὺ τοὺς καταλοίπους τοῦ Ἰσραὴλ ἐν τῷ ἐκχέαι σε τὸν θυμόν σου ἐπὶ Ἰερουσαλήμ;

καὶ εἶπεν πρὸς μέ Ἀδικία τοῦ οἴκου Ἰσραὴλ καὶ Ἰούδα μεμεγάλυνται σφόδρα σφόδρα, ὅτι ἐπλήσθη ἡ γῆ λαῶν πολλῶν, καὶ ἡ πόλις ἐπλήσθη ἀδικίας καὶ ἀκαθαρσίας· ὅτι εἶπαν Ἐνκαταλέλοιπεν Κύριος τὴν γῆν, οὐκ ἐφορᾷ ὁ κύριος.

καὶ οὐ φείσεταί μου ὁ ὀφθαλμὸς οὐδέ μὴ ἐλεήσω, τὰς ὁδοὺς αὐτῶν εἰς κεφαλὰς αὐτῶν δέδωκα.

καὶ ἰδοὺ ὁ ἀνὴρ ὁ ἐνδεδυκὼς τὸν ποδήρη καὶ ἐζωσμένος τῇ ζώνῃ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἀπεκρίνατο λέγων Πεποίηκα καθὼς ἐνετείλω μοι.