Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ σύ, υἱὲ ἀνθρώπου, λάβε σεαυτῷ όομφαίαν ὀξεῖαν ὑπέρ ξυρὸν κουρέως, κτήσῃ αὐτὴν σεαυτῷ, καὶ ἐπάξεις αὐτὴν ἐπὶ τὴν κεφαλήν σου καὶ ἐπὶ τὸν [*](7 στερεωσεις] + επ αυτην Bᵃᵇ 8 εγω ιδου] improb ιδου Bᵃᵇ ιδου εγω A AQ μη] pr ου A om σου 2⁰ A* ᵛⁱᵈ (hab A) ημεραι] pr αι A συνκλεισμου A 9 καυτω σ᾿ αυτ. B)] σεαυτω AQ*salt κατ] κατα AQ 10 φαγε- σαι 1⁰] pr ο A σταθμιῳ A ημεραν] φαγεσαι A εως] pr και A 11 ειν] ιν AQ 12 εγκρυφιαν BᵃᵇAQ εγκρυψεις] κατακρυψεις A 13 Ισραηλ 1⁰] pr του AQ ουτω Qᵃ του Ισραηλ] om του AQ + (sub οι γ΄ ?? ) τον αρτον ουτων Q) ακαθαρτον Q εθνεσιν] + ου διασκορπιω αυτους εκει Q 14 ειπα] ειπον Q Κυριε] pr κε A θεε] ο θς Qᵐᵍ θνησιμαιον και θηριαλωτον AQ γενεσεως] pr της A κρεα Q* (superscr ς Qᵃ) εωλον] βεβηλον B*fort Aᵃ?Q 15 ειπεν] +κῆ A βολβιτα (λβ sup ras Aa prius βλ)] pr άθ΄ 8 τα Qᵐᵍ βοων] pr ?? τω| Qmg ποιησεις] οιησεις A* (superscr π A¹) 16 ειπεν] + κς A om εν 3⁰ A (hab Aᵃ) 17 τακησονται] εντακ. BᵃᵇQ αδι κειοις Β* ( κιοις Bᵇ) V 1 κτησῃ] κτησαι A)

392
[*](Β) πώγωνά σου. καὶ λήμψῃ ζυγὸν σταθμίων καὶ διαστήσεις αὐτούς·

τὸ τέταρτον ἐν πυρὶ ἀνακαύσεις ἐν μέσῃ τῇ πόλει κατὰ τὴν πλήραωσιν τῶν ἡμερῶν τοῦ συγκλεισμοῦ, καὶ λήμψῃ τὸ τέταρτον καὶ κατακαύσεις αὐτὸ ἐν μέσῳ αὐτῆς, καὶ τὸ τέταρτον κατακόψεις ἐν ῥομφαίᾳ κύκλῳ αὐτῆς, καὶ τὸ τέταρτον διασκορπίσεις τῷ πνεύματι, καὶ μάχαιραν ἐκκενώσω ὀπίσω αὐτῶν.

καὶ λήμψῃ ἐκεῖθεν ὀλίγους ἐν ἀριθμῷ καὶ συμπεριλήμψει αὐτοὺς τῇ ἀναβολῇ σου.

καὶ ἐκ τούτων λήμψῃ ἔτι καὶ ῥίψεις αὐτοὺς εἰς μέσον τοῦ πυρός, καὶ κατα. καύσεις αὐτοὺς ἐν πυρί· ἐξ αὐτῆς ἐξελεύσεται πῦρ. καὶ ἐρεῖς παντὶ οἴκῳ Ἰσραήλ

Τάδε λέγει Κύριος Αὕτη ἡ Ἰερουσαλήμ, ἐν μέσῳ τῶν ἐθνῶν τέθεικα αὐτὴν καὶ τὰς κύκλῳ αὐτῆς χώρας.

καὶ ἐρεῖς τὰ δικαιώματά μου τῇ ἀνόμῳ ἐκ τῶν ἐθνῶν, καὶ τὰ νόμιμά μου τῶν χαωρῶν τῶν κύκλῳ αὐτῆς, διότι τὰ δικαιώματά μου ἀπώσαντο, καὶ ἐν τοῖς νομίμοις μου οὐκ ἐπορεύθησαν ἐν αὐτοῖς.

διὰ τοῦτο τάδε λέγει Κύριος Ἀνθʼ ὧν ἡ ἀφορμὴ ὑμῶν ἐκ τῶν ἐθνῶν τῶν κύκλῳ ὑμῶν, καὶ ἐν τοῖς νομίμοις μου οὐκ ἐπορεύθητε, καὶ τὰ δικαιώματά μου οὐκ ἐποιἡσατε, ἀλλ᾿ οὐδὲ κατὰ τὰ δικαιώματα τῶν ἐθνῶν τῶν κύκλῳ ὑμῶν οὐ πεποιήκατε,

διὰ τοῦτο τάδε λέγει Κύρος Ἰδοὺ ἐγὼ ἐπὶ σέ, καὶ ποιήσω ἐν μέσῳ σου κρίμα ἐνώπιον τῶν ἐθνῶν,

καὶ ποιήσω ἐν σοὶ ἃ οὐ πεποίηκα καὶ ἃ οὐ ποιήσω ὅμοια αὐτοῖς ἔτι κατὰ πάντα τὰ βδελύγματά σου.

διὰ τοῦτο πατέρες φάγονται τέκνα ἐν μέσῳ σου, καὶ τέκνα φάγονται πατέρας· καὶ ποιήσω ἐν σοὶ κρίματα, καὶ διασκορπιῶ πάντας τοὺς καταλοίπους σου εἰς πάντα ἄνεμον.

διὰ τοῦτο Ζῶ ἐγὼ, λέγει Κύριος, εἰ μὴν ἀνθʼ ὧν τὰ ἅγιά μου ἐμίανας ἐν πᾶσιν τοῖς βδελύγμασίν σου, κἀγὼ ἀπώσομαί σε, οὐ φείσεταί μου ὁ ὀφθαλμός, κἀγὼ οὐκ ἐλεήσω.

τὸ τέταρτόν σου ἐν θανάτῳ ἀναλωθήσεται, καὶ τὸ τέταρτόν σου ἐν λιμῷ συντελεσθήσεται ἐν μέσῳ σου, καὶ τὸ [*](AQ)[*](1 λημψη (ληψ. Qᵃ: item 2, 3, 4)] + α΄θ΄ ?? σεαυτῷ Qᵐᵍ 2 εν πυρι] pr το A* (improb Aᵃ?) διασκορπιεις AQ | εκκενωσω] σ΄ γυμνωσω Qᵐᵍ 3 συνπεριλημψη A συμπεριλημψη Q* (-ληφη Qᵃ) | τη αναβολη σου] σ΄ εν ακρω του ιματιου σου Qmg 5 Κυριος] pr αδωναι AQ | αυτη η] τη BᵃᵇA om η Q 6 των χωρων] pr εκ A 7 Κυριος] pr αδωναι A) ου πεποιηκατε] ουκ εποιησατε A (sed επ. improb vid A?ᵐᵍ) 8 Κυριος] pr αδωναι AQ | μεσου Β* (μεσω σου Bᵃᵇ) | κριμα] κριματα Q 9 ου πεποιηκα] ουκ εποιησα A | om α 2⁰ AQ | ου 2⁰] + μη A 10 πατερας] πρες A 11 Κυριος] pr αδωναι AQ | μην] μη AQ | εμιανας] +εν πασι (σιν Q*) τοις προσοχθισμασιν (-σι Qᵃ) σου και A et (sub θ΄ ??) | πασι τ. βδελυγμασι Qa | καγω 1⁰] και εγω A ου] pr και A | καγω 2⁰] και εγω AQ | ελεησω] + σε A 12 σου 3⁰] +(sub α΄ ??) και το τεταρτον σου πεσουνται εν ρομφαια κυκλω σου Q)

393
τέταρτόν σου εἰς πάντα ἄνεμον σκορπιῶ αὐτούς, καὶ τὸ τέταρτόν σου [*](Β) ἐν ῥομφαίᾳ πεσοῦνται κύκλῳ σου, καὶ μάχαιραν ἐκκενώσω ὀπίσω αὐτῶν.

καὶ συντελεσθήσεται ὁ θυμός μου καὶ ἡ ὀργή μου ἐπʼ αὐτούς, καὶ ἐπιγνώσῃ διότι ἐγὼ Κύριος λελάληκα ἐν ζήλῳ μου, ἐν τῷ συντελέσαι με τὴν ὀργὴν μου ἐπʼ αὐτοὺς.

καὶ θήσομαί σε εἰς ἔρημον καὶ τὰς θυγατέρας σου κύκλῳ σου ἐνώπιον παντὸς διοδεύοντος,

καὶ ἔσῃ στενακτὴ καὶ δηλαιστὴ ἐν τοῖς ἔθνεσιν τοῖς κύκλῳ σου, ἐν τῷ ποιῆσαί με ἐν σοὶ κρίματα ἐν ἐκδικήσει θυμοῦ μου· ἐγὼ Κύριος λελάληκα·

καὶ ἐν τῷ ἐξαποστεῖλαί με τὰς βολίδας μου τοῦ λιμοῦ ἐπʼ αὐτούς, καὶ ἔσονται εἰς ἔκλειψιν, καὶ συντρίψω στήριγμα ἄρτου σου.

καὶ ἐξαποστελῶ ἐπὶ σὲ λιμὸν καὶ θηρία πονηρὰ καὶ τιμαορήσομαί σε, καὶ θάνατος καὶ αἷμα διελεύσονται ἐπὶ σέ, καὶ ῥομφαίαν ἐπάξω ἐπὶ σέ κυκλόθεν· ἐγὼ Κύριος λελάληκα.