Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ εἰσήγαγέν με ἐπὶ τὰ πρόθυρα τοῦ οἴκου, καὶ ἰδοὺ ὕδωρ ἐξεπορεύετο ὑποκάτωθεν τοῦ αἰθρίου κατʼ ἀνατολάς, ὅτι τὸ πρόσωπον τοῦ οἴκου ἔβλεπεν κατʼ ἀνατολάς· καὶ τὸ ὕδωρ κατέβαινεν ἀπὸ τοῦ κλίτους τοῦ δεξιοῦ ἀπὸ νότου ἐπὶ τὸ θυσιαστήριον.

καὶ ἐξήγαγέν με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς βορρᾶν, καὶ περιἠγαγέν με τὴν ὁδὸν ἔξωθεν πρὸς τὴν πύλην τῆς αὐλῆς τῆς βλεπούσης κατʼ ἀνατολάς, καὶ ἰδοὺ τὸ ὕδωρ κατεφέρετο ἀπὸ τοῦ κλίτους τοῦ δεξιοῦ,

καθὼς ἔξοδος ἀνδρὸς ἐξ ἐναντίας. καὶ μέτρον ἐν τῇ χειρὶ αὐτοῦ· καὶ διεμέτρησεν χιλίους ἐν τῷ μέτρῳ, καὶ διῆλθεν ἐν τῷ ὕδατι ὕδωρ ἀφέσεως·

καὶ διεμέτρησεν χιλίους, καὶ διῆλθεν ἐν τῷ ὕδατι ὕδωρ ἕως τῶν μηρῶν· καὶ διεμέτρησεν χιλίους, καὶ διῆλθεν ὕδωρ ἕως ὀσφύος.

καὶ διεμέτρησεν χιλίους, καὶ οὐκ ἠδύνατο [*](19 βορρα B* ( -ρραν Bᵃᵇ) | εκει τοπος AQ 20 αγνοιας] pr της AQ | AQ αμαρτιας] pr της ΑQ | πεψ ουσιν A εψησουσιν Qa 21 αυλην] αυτην B* (αυλ. Bᵇ) | τεσσαρα Bᵇ | τα κλιτη] om τα AQ 22 κατα το κλιτος αυλη αυλη] pr ?? Q? αυλη κατα το κλιτος A | τεσσερα AQ + κλιτη AQ | om και 1° AQ | μηκους] μηκος Q | πηχων biς] πηχεων A | τεσσαρακοντα Bᵇ τεσσαρσι Bᵇ : item 23 24 οι οικοι] om οι Q | μαγειρων] μαγιρειων A XLVII 1 υποκατω A | αιθριου] + του οικου AQ | εβλεπεν] επεβλεπεν AQ απο 1°] επι Q* (απο Qa) | κλιτου Q* ( -τους Qᵃ)] + του οικου Q 2 οδον 20] + της πυλης Q 3 μετρον] adnot φασι το μετρα τον χρονον δηλουν ως εις πολλα διηρημενον διο και μετ ολιγα φησιν εις τους μηνας αυτου πρωτο- γενησει· οθε| ӄ πιθανως επεβαλον τινες τω μετρω μετρεισθαι μηνας δ΄ ως εν πηχεσι δηλουμενους ποιοῡ|τας ετη τλγ΄ μηνας δ΄ εις α κυναγεται ο απο της γεννησεως του χῡ χρονος εως της Κω|σταντινου βασιλειας εφ ης ηρξατο πλα- τυνεσθ, τα χριστιανω| Qmg | μετρω] + πηχεις Qmg | αφεσεως] εως αστραγαλω| Qmg 4 διεμετρησεν 1°] + εν τω μετρω A | μηρων] γονατων Qmg | χιλιους 2°] + χειμαρρους A 5 χιλιους] + (sob α΄θ΄ ?? ) χειμαρρους Q ante χειμ- ins και ιδου Qmg)

492
[*](B) διελθεῖν, ὅτι ἐξύβριζεν. χειμάρρου ὃν οὐ διαβήσονται.

καὶ εἶπεν πρὸς μέ Ἑόρακας, υἱὲ ἀνθρώπου; καὶ ἤγαγέν με ἐπὶ τὸ χεῖλος τοῦ ποταμοῦ

ἐν τῇ ἐπιστροφῇ μου· καὶ ἰδοὺ ἐπὶ τοῦ χείλους τοῦ ποταμοῦ δένδρα πολλὰ σφόδρα ἔνθεν καὶ ἔνθεν.

καὶ εἶπεν πρὸς μέ Τὸ ὕδωρ τοῦτο τὸ ἐκπορευόμενον εἰς τὴν Γαλειλαίαν τὴν πρὸς ἀνατολάς, καὶ κατέβαινεν ἐπὶ τὴν Ἀραβίαν, καὶ ἤρχετο ἕως ἐπὶ τὴν θάλασσαν ἐπὶ τὸ ὕδωρ τῆς διεκβολῆς, καὶ ὑγιάσει τὰ ὕδατα,

καὶ ἔσται πᾶσα ψυχὴ τῶν ζῴων τῶν ἐκζεόντων, ἐπὶ πάντα ἐφʼ ἃ ἂν ἐπέλθῃ ἐκεῖ ὁ ποταμός, ζήσεται καὶ ἔσται ἐκεῖ ἰχθὺς πολὺς σφόδρα, ὅτι ἥκει ἐκεῖ τὸ ὕδωρ τοῦτο, καὶ ὑγιάσει καὶ ζήσεται· πᾶν ἐφʼ ὃ ὄν ἔλθῃ ὁ ποταμὸς ἐκεῖ, ζήσεται.

καὶ στήσονται ἐκεῖ ἁλεεῖς ἀπὸ Ἰνγαδεὶν ἕως Ἐναγαλείμ· ψυγμὸς σαγηνῶν ἔσται, καθʼ αὐτὴν ἔσται καὶ οἱ ἰχθύες αὐτῆς ὡς οἱ ἰχθύες τῆς θαλάσσης τῆς μεγάλης, πλῆθος πολὺ σφόδρα.

καὶ ἐν τῇ διεκβολῇ αὐτοῦ καὶ ἐν τῇ ἐπιστροφῇ αὐτοῦ καὶ ἐν τῇ ὑπεράρσει αὐτοῦ οὐ μὴ ὑγιάσωσιν· εἰς ἄλας δέδονται.

καὶ ἐπὶ τοῦ ποταμοῦ ἀναβήσεται, ἐπὶ τοῦ χείλους αὐτοῦ ἔνθεν καὶ ἔνθεν πᾶν ξύλον βρώσιμον· οὐ [*](AQ) [*](5 εκυβριζεν] εξυβριζον Q εκβραζον Qmg | χειμαρρου] pr ως Bᵃᵇ pr το υδωρ· υδωρ εως ροιζος A pr το υδωρ. υδωρ ως ο ροιζος Q | ον] ο AQ 6 εορακας (εωρ. BᵇA)] pr ει A | ηγαγεν με] απηγαγεν με A + και επεστρεψεν A + (sub θʼ ?? ) και εστρεψεν με Q 7 om σφοδρα A 8 το υδωρ τουτο... Γαλειλαιαν] adnot σαφεστερο παρα τω εβραιω κειται η ρησις φησι γαρ τουτο τo υδωρ πρωτον εκπορευεται εις την Γαλιλαιαν εντευθεν γαρ και ηρξατο του κκηρυγματος ο χς ως δεικνυσι ӄ το εν Κανα πρωτο| σημειον της του υδατος εις οινον μετα- βολης Q)ᵐᵍ | Γαλιλαιαν BᵇAQ | Αραβιαν (-θειαν Q*)] adnot αοικητο| ο δε εβραιος επι δυσμας φησιν· η δε ασαφεια απο του το αραβα ӄ δυσμας δηλουν ӄ αοικητον εοικεν δε το αυτο πως ӄ ο ελληνικος σημαινειν προσθεις το ηρχετο εως επι την θαλασσαν η γαρ γραφη πολλαχου την θαλασσαν επι του της δυσεως μερους λαμβανει· σκοπητεον δε μη το καταιβαινεν επι την Αραβιαν την αρχην επι την αραβα εξεδοθη την εβραιαν. θεντων φωνην των ερμη- νευκοτων Qmg | της διεκβολης] της εκβολης A adnot ο εβραιος αντι της διεκβο- λης της αλμυρας θαλασσης εχει δηλον δε οτι τροπικως ουτως εκαλεσε την αν- θρωποτητα δια το της αμαρτιας αλμυρον μαλιστα γαρ ουτος χρηται τουτοις ο προφητης Qmg 9 ελθη] επελθη AQ εκει ο ποταμος Q | ζησεται] pr και Q 10 στησονται] α[ι]τησονται Q*ᵛᵈ (στησ. Qa) | εκει] επ αυτου Q | αλιεις BᵃᵇQ + πολλοι Qmg | Ινγαδειν] Ενγαδδειν A Αινγαδαιμ Q | Ενα- γαλειμ] Αιναγαδειμ Q | ψυγμος...εσται] adnot αντι του αργησουσῖ| οι των αλλων δογματων διδασκαλοι Qmg | αυτην] εαυτην Q | εσται 2⁰] εστιν A | οι ιχθυες (Ι⁰)... μεγαλης] οι ιχθυες της θαλασσης της μεγαλης οι ιχθυες αυτης A 11 εν τη 1⁰] εστη A διεβολη B* (διεκβ. Bᵃᵇ) | και εν τη επιστροφη αυτου] pr ?? Q? adnot αντι του τα τελη αυτου η τα εξωτερα της θαλασσης ουκ ια- θησετ, ουτω γαρ ӄ ο εβραιος εχει σαφως διδασκων το βαρβαρων τινας τους πορρω την του χυ πιστιν μη παραδεξασθ, Qmg | υγιασωσιν] αγιασωσιν AQ* (υγ. Qa))

493
μὴ παλαιωθῇ ἐπʼ αὐτοῦ, οὐδὲ μὴ ἐκλίπῃ ὁ καρπὸς αὐτοῦ· τῆς καινότητος [*](B) αὐτοῦ πρωτοβολήσει, ὅτι τὰ ὕδατα αὐτῶν ἐκ τῶν ἁγίων ταῦτα ἐκπορεύεται· καὶ ἔσται ὁ καρπὸς αὐτῶν εἰς βρῶσιν, καὶ ἀνάβασις αὐτῶν εἰς ὑγίειαν.

Τάδε λέγει Κύριος θεός Ταῦτα ὅρια κατακληρονομήσετε τῆς γῆς· ταῖς δώδεκα φυλαῖς τῶν υἱῶν Ἰσραὴλ πρόσθεσις σχοινίσματος.

καὶ κατακληρονομήσετε αὐτὴν ἕκαστος καθὼς ὁ ἀδελφὸς αὐτοῦ, εἰς ἣν ἦρα τὴν χεῖρά μου τοῦ δοῦναι τοῖς πατράσιν αὐτῶν, καὶ πεσεῖται ἡ γῆ αὕτη ὑμῖν ἐν κληρονομίᾳ.

καὶ ταῦτα τὰ ὅρια τῆς γῆς τῆς πρὸς βορᾶν· ἀπὸ θαλάσσης τῆς μεγάλης τῆς καταβαινούσης καὶ περισχιζούσης, τῆς εἰσόδου Ἡμά, Σελδαμμά,

Ἀβθηρά, Σεβράμ, Ἡλιάμ, ἀνὰ μέσον ὁρίων Δαμασκοῦ καὶ ἀνὰ μέσον ὁρίων Ἡμαθεί, αὐλὴ τοῦ Σαυνάν, αἵ εἰσιν ἐπάνω τῶν ὁρίων Αὑρανείτιδος.

ταῦτα τὰ ὅρια ἀπὸ τῆς θαλάσσης· ἀπὸ τῆς αὐλῆς τοῦ Αἰνάν, ὅρια Δαμασκοῦ, καὶ τὰ πρὸς βορρᾶν.

καὶ τὰ πρὸς ἀνατολὰς ἀνὰ μέσον τῆς Δωρανείτιδος καὶ ἀνὰ μέσον Δαμασκοῦ καὶ ἀνὰ μέσον τῆς Γαλααδείτιδος καὶ ἀνὰ μέσον τῆς γῆς τοῦ Ἰσραήλ, ὁ Ἰορδάνης διορίζει ἐπὶ τὴν θάλασσαν τὴν πρὸς ἀνατολὰς Φοινικῶνος· ταῦτα τὰ πρὸς ἀνατολάς.

καὶ τὰ πρὸς νότον καὶ λίβα ἀπὸ Θαιμὰν καὶ Φοινικῶνος, ἕως ὕδατος Μαριμὼθ Καδήμ, παρεκτεῖνον ἐπὶ τὴν θάλασσαν τὴν μεγάλην·

τοῦτο τὸ μέρος νότος καὶ λίψ. (20)τοῦτο τὸ μέρος τῆς θαλάσσης τῆς μεγάλης ὁρίζει, ἕως κατέναντι τῆς εἰσόδου Ἡμάθ, ἕως εἰσόδου αὐτοῦ· ταῦτά ἐστιν τὰ πρὸς θάλασσαν Ἡμάθ.