Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Τάδε λέγει Κύριος θεός Πύλη ἡ ἐν τῆ αὐλῇ τῇ ἐσωτέρᾳ ἡ βλέπουσα πρὸς ἀνατολὰς ἔσται κεκλεισμένη ἕξ ἡμέρας τὰς ἐνεργούς· ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων ἀνοιχθῇ, καὶ ἐν τῇ ἡμέρᾳ τῆς νουμηνίας ἀνοιχθήσεται.

καὶ εἰσελεύσεται ὁ ἀφηγούμενος κατά τὴν ὁδὸν τοῦ αἰλὰμ τῆς πύλης τῆς ἔσωθεν καὶ στήσεται ἐπὶ τὰ πρόθυρα τῆς πύλης, καὶ ποιήσουσιν οἱ ἱερεῖς τὰ ὁλοκαυτώματα αὐτοῦ καὶ τὰ τοῦ σωτηρίου αὐτοῦ.

καὶ προσκυνήσει ἐπὶ τοῦ προθύρου τῆς πύλης καὶ ἐξελεύσεται, καὶ ἡ πύλη οὐ μὴ κλεισθῇ ἕως ἑσπέρας· καὶ προσκυνήσει ὁ λαὸς τῆς γῆς κατὰ τὰ πρόθυρα τῆς πύλης ἐκείνης καὶ ἐν τοῖς αββάτοις καὶ ἐν ταῖς νουμηνίαις ἐναντίον Κυρίου.

καὶ τὰ ὁλοκαυτώματα προσοίσει ὁ ἀφηγούμενος τῷ κυρίῳ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων, ἕξ ἀμνοὺς ἀμώμους καὶ κριὸν ἄμωμον

καὶ μαναά, πέμμα τῷ κριῷ, καὶ τοῖς ἀμνοῖς θυσίαν δόμα χειρὸς αὐτοῦ, καὶ ἐλαίου τὸ εἳν τῷ πέμματι.

καὶ ἐν τῇ ἡμέρᾳ τῆς νουμηνίας μόσχον ἄμωμον καὶ ἕξ ἀμνούς, καὶ κριὸς ἄμωμος ἔσται,

καὶ πέμμα τῷ κριῷ καὶ πέμμα τῷ μόσχῳ ἔσται μαναά, καὶ τοῖς ἀμνοῖς καθὸς ἐὰν ἐκποιῇ ἡ χεὶρ αὐτοῦ, καὶ ἐλαίου τὸ εὶν τῷ πέμματι.

καὶ ἐν τῷ εἰσπορεύεσθαι τὸν ἀφηγούμενον, κατὰ τὴν ὁδὸν τοῦ αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν τῆς πύλης ἐξελεύσεται.

καὶ ὅταν εἰσπορεύηται ὁ λαὸς τῆς γῆς ἐναντίον Κυρίου ἐν ταῖς ἑορταῖς, ὁ εἰσπορευόμενος κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς βλεπούσης πρὸς βορρᾶν προσκυνεῖν ἐξελεύσεται κατά τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς νότον, καὶ ὁ εἰσπορευόμενος [*](24 ειν] ειμ Q 25 εβδομω] μηνι Q (sub ?? Q?) πεντεκαιδεκατη] +ημερα AQ A et (sub οι γ ??) Q τα αυτα] ταυτα Q* (τα αυτ.Qᵃ) το μαναα] το μαννα A τα μαναα Q X L.V 1 1 θεος] pr ο AQ κεκλειμενη B* (κεκλεισμ. Bᵃᵇ) εν 2⁰] +δε A) ανοιχθη] ανοιχθησεται AQ 2 εσωθεν] εξωθεν AQ τα προθυρα] om τα Q* (superscr Qa) 3 τα προθυρα] om τα Q* (superscr Qᵃ) om και 5⁰ Q Κυριου] pr του A 4 τα ολοκαυτωματα] το ολοκαυ- τωμα A 5 μαναα] μαννα A : item 7, II. 14 bis, 15. 20 | χειρος] pr της A 6 μοσχον] + υιον βουκολιου A et (sub θʼ ?? ) Q κριος αμωμος] κριον αμωμα Q 7 πεμμα τω μοσχω και πεμμα τω κριω Q εαν] αν ΑQ εκποιη] ευ ποιη A 8 και 1⁰] + εσται εΑ 9 om της γης A om βλεπουσης AQ)

490
[*](B) κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς νότον ἐξελεύσεται κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς βορρᾶν· οὐκ ἀναστρέψει κατὰ τὴν πύλην εἰς ἣν εἰσελήλυθεν, ἀλλ ἢ κατʼ εὐθὺ αὐτῆς ἐξελεύσεται.

καὶ ὁ ἀφηγούμενος ἐν μέσῳ αὐτῶν ἐν τῷ εἰσπορεύεσθαι αὐτοὺς εἰσελεύσεται μετʼ αὐτῶν, καὶ ἐν τῷ ἐκπορεύεσθαι αὐτοὺς ἐξελεύσεται.

καὶ ἐν ταῖς ἑορταῖς καὶ ἐν ταῖς πανηγύρεσιν ἔσται τὸ μαναὰ πέμμα τῷ μόσχᾳῳ καὶ πέμμα τῷ κριῷ. καὶ τοῖς ἀμνοῖς καθὼς ἂν ἐκποιῇ ἡ χεὶρ αὐτοῦ, καὶ ἐλαίου τὸ εἰν τῷ πέμματι.

ἐὰν δὲ ποιήσῃ ὁ ἀφηγούμενος ὁμολογίαν ὁλοκαύτωμα σαωτηρίου τῷ κυρίῳ, καὶ ἀνοίξει ἑαυτῷ τὴν πύλην τὴν βλέπουσαν κατʼ ἀνατολάς, καὶ ποιήσει τὸ ὁλοκαύτωμα αὐτοῦ καὶ τὰ τοῦ σωτηρίου αὐτοῦ ὃν τρόπον ποιεῖ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων· καὶ ἐξελεύσεται, καὶ κλείσει τὰς θύρας μετὰ τὸ ἐξελθεῖν αὐτόν.

καὶ ἀμνὸν ἐνιαύσιον ἄμωμον ποιήσει εἰς ὁλοκαύτωμα καθʼ ἡμέραν τῷ κυρίῳ, πρωὶ ποιήσει αὐτόν.

καὶ μαναὰ ποιήσει ἐπʼ αὐτῷ τὸ πρωὶ ἕκτον τοῦ μέτρου, καὶ ἐλαίου τρίτον τοῦ εἰν τοῦ ἀναμίξαι τὴν σεμίδαλιν, μαναὰ τῷ κυρίῳ, πρόσταγμα διὰ παντός.

ποιήσετε τὸν ἀμνόν, καὶ τὸ μαναὰ καὶ τὸ ἔλαιον ποιήσετε τὸ πρωί, ὁλοκαύτωμα διὰ παντός.

Τάδε λέγει Κύριος θεός Ἐὰν δῷ ὁ ἀφηγούμενος δόμα ἑνὶ ἐκ τῶν υἱῶν αὐτοῦ ἐκ τῆς κληρονομίας αὐτοῦ, τοῦτο τοῖς υἱοῖς αὐτοῦ ἔσται κατάσχεσις ἐν κληρονομίᾳ.

ἐὰν δὲ δῷ δόμα ἑνὶ τῶν παίδων αὐτοῦ, καὶ ἔσται αὐτῷ ἕως τοῦ ἔτους τῆς ἀφέσεως, καὶ ἀποδώσει τῷ ἀφηγουμένῳ· πλὴν τῆς κληρονομίας τῶν υἱῶν αὐτοῦ, αὐτοῖς ἔσται.

καὶ οὐ μὴ λάβῃ ὁ ἀφηγούμενος ἐκ τῆς κληρονομίας τοῦ λαοῦ καταδυναστεῦσαι αὐτοὺς· ἐκ τῆς κατασχέσεως αὐτοῦ κατακληρονομήσει τοῖς υἱοῖς αὐτοῦ, ὅπως μὴ διασκορπίζηται ὁ λαός μου, ἕκαστος ἐκ τῆς κατασχέσεως αὐτοῦ.

Καὶ εἰσήγαγέν με εἰς τὴν εἴσοδον τῆς κατὰ νώτου τῆς [*](AQ) [*](9 της προς νοτον (2⁰)] om της Q εξευσεται B* (εξελ Bᵃ αι et mg b της προς βορραν] om της Q πυλην] οδον της πυλης Q om εις AQ 10 μετ ουτων] pr ?? Q? 10 11 εξελευσεται...πανηγυρεσιν] distinx post πανηγ. A 10 εξελευσεται] μετ αυτω A 11 om και 1⁰ Q εστε Qa το μαναα] incep σ Q* και τοις αμνοις] τοις δε αμν. A 12 σωτηριου 1⁰] pr η Q + (sub οι γʼ ?? ) εκουσιον Q 13 om εις A πρωι] πρωι Q 14 το πρωι] bis scr Q improb το 2⁰ Qa τριτον] pr το AQ | του ειν] τω ιν A προσταγμα] + αιωνιον A et (sub αθʼ ?? ) Q 15 το πρωι] om το A 16 Κυριος θεος] αδωναι κς A κς ο θς Q δομα] pr το Q αυτου 1⁰] + του A εσται· κατασχεσις ( σεις A) AQ + ουτων αυτη A et (sub θʼ ?? ) Q 17 δομα] + εκ της κληρονομιας αυτου AQ αποδωσει] αποδοθησεται Q 18 λαου] + αυτου AQ καταδυναστευσαι] pr του Bᵃᵇ αυτου 1⁰] + απο της κληρονομιας αυτου AQ εκ 3⁰] απο AQ 19 νωτου] νοτου Q)

491
πύλης, εἰς τὴν ἐξέδραν τῶν ἁγίων τῶν ἱερέων τὴν βλέπουσαν πρὸς [*](B) βορρᾶν, καὶ ἰδοὺ τόπος ἐκεῖ κεχαρισμένος.

καὶ εἶπεν πρὸς μέ Οὗτος ὁ τόπος ἐστὶν οὗ ἑψήσουσι ἐκεῖ οἱ ἱερεῖς τὰ ὑπέρ ἀγνοίας καὶ τὰ ὑπέρ ἁμαρτίας, καὶ ἐκεῖ πέψουσι τὸ μαναὰ τὸ παράπαν τοῦ μὴ ἐκφέρειν εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν τοῦ ἁγιάζειν τὸν λαόν.