Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ ἐπέστρεψέν με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν ἁγίων τῆς ἐξωτέρας τῆς βλεπούσης κατʼ ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη.

καὶ εἶπεν πρὸς μέ Κύριος Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς μὴ διέλθῃ δι᾿ αὐτῆς· ὅτι Κύριος ὁ θεὸς τοῦ [*](17 πηχεος] πηχεως A 18 ο θεος Ισραηλ] κς Q ολοκαυτωματα] AQ pr τα A αυτο] το A 19 ιερευσιν AQ Αευιταις AQ τοις εκ] om τοις A τοις εγγιζουσι ( σιν A)] pr και A ο θεος] κς Q του λειτουργειν] του Αευι λειτ. A μοσχων A 20 ληψ ονται Qᵃ : item 2 1, 22 επιθη- σουσι Β* (.σιν Bᵃᵇ) κυκλω] + και περιραντιεις αυτο A et (sub ??) Q αυτο] αυτον A 21 περι] υπερ AQ 22 σιγων] pr απο A καθοτι] καθως A μοχου A (μοσχ. Aᵃ? 23 προσοισουσιν AQ προβατων] pr των AQ 24 επιρριψουσιν Bᵇ αλας A 25 προβατων] pr των AQ 26 καθαρι- σουσιν A πλησουσι Q χειρας ουτων] τας χειρας αυτης A 27 και 1⁰] pr (sub ?? ) και συντελεσουσιν τας ημερας Q Κυριος] pr κη Q XLIV 2 προς με Κυριος] κς προς με A om ουκ ανοιχθησεται A)

484
[*](B) Ἰσραὴλ εἰσελεύσεται δι᾿ αὐτῆς, καὶ ἔσται κεκλεισμένη.

διότι ὁ ἡγούμενος, οὗτος καθήσεται ἐν αὐτῆ τοῦ φαγεῖν ἄρτον ἐναντίον Κυρίου· κατά τὴν ὁδὸν αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται.

καὶ εἰσήγαγέν με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς βορρᾶν κατέναντι τοῦ οἴκου· καὶ ἴδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος τοῦ κυρίου, καὶ πίπτω ἐπὶ πρόσωπόν μου.

καὶ εἶπεν Κύριος πρὸς μέ Υἱὲ ἀνθρώπου, τάξον εἰς τὴν καρδίαν σου, καὶ ἴδὲ τοῖς ὀφθαλμοῖς σου, καὶ τοῖς ὠσὶν ἄκουε πάντα ὅσα ἐγὼ λαλῶ μετὰ σοῦ, κατὰ πάντα τά προστάγματα οἴκου Κυρίου καὶ κατὰ πάντα τὰ νόμιμα αὐτοῦ· καὶ τάξεις τὴν καρδίαν σου εἰς τὴν εἴσοδον τοῦ οἴκου κατὰ πάσας τὰς ἐξόδους αὐτοῦ ἐν πᾶσι τοῖς ἁγίοις.

καὶ ἐρεῖς πρὸς τὸν οἶκον τὸν παραπικραίνοντα, πρὸς τὸν οἶκον τοῦ Ἰσραήλ Τάδε λέγει Κύριος ὁ θεός Ἱκανούσθω ὑμῖν ἀπὸ πασῶν τῶν ἀνομιῶν ὑμῶν, οἶκος Ἰσραήλ,

τοῦ εἰσαγαγεῖν ὑμᾶς υἱοὺς ἀλλογενεῖς ἀπεριτμήτους καρδίᾳ καὶ ἀπεριτμήτους σαρκί, τοῦ γίνεσθαι ἐν τοῖς ἁγίοις μου· καὶ ἐβεβήλουν αὐτὰ ἐν τῷ προσφέρειν ὑμᾶς ἄρτους σάρκας καὶ αἷμα, καὶ παρεβαίνετε τὴν διαθήκην μου ἐν πάσαις ταῖς ἀνομίαις ὑμῶν,

καὶ διετάξατε τοῦ φυλάσσειν φυλακὰς ἐν τοῖς ἁγίοις μου.

Διά τοῦτο τάδε λέγει Κύριος ὁ θεός Π ᾶς υἱὸς ἀλλογενὴς ἀπερίτμητος καρδίᾳ καὶ ἀπερίτμητος σαρκὶ οὐκ εἰσελεύσεται εἰς τὰ ἅγιά μου ἐν πᾶσιν υἱοῖς ἀλλογενῶν τῶν ὄντων ἐν μέσῳ οἴκου Ἰσραήλ,

ἀλλ ἢ οἱ Λευεῖται οἰτινες ἀφήλαντο ἀπʼ ἐμοῦ ἐν τῷ πλανᾶσθαι τὸν Ἰσραὴλ ἀπʼ ἐμοῦ κατόπισθεν τῶν ἐνθυμημάτων αὐτῶν· καὶ λήμψονται ἀδικίαν αὐτῶν,

καὶ ἔσονται ἐν τοῖς ἁγίοις μου λειτουργοῦντες θυρωροὶ ἐπὶ τῶν πυλῶν τοῦ οἴκου καὶ λειτουργοῦντες τῷ οἴκῳ· οὗτοι σφάξουσιν τὰ ὁλοκαυτώματα καὶ τάς θυσίας τῷ λαῷ, καὶ οὗτοι στήσονται ἐναντίον τοῦ λαοῦ τοῦ λειτουργεῖν αὐτοῖς.

ἀνθʼ ὧν ἐλειτούργουν αὐτοῖς πρὸ προσώπου τῶν εἰδώλων αὐτῶν, καὶ ἐγένετο τῷ οἴκῳ [*](AQ) [*](3 ηγουμενος] + (sub οι γ ??) αρχων Q ουτος] αυτης A 4 της προς] om της Q* (hab Qmg) ειδον Bᵃᵇ δοξης] + (sub οι γ' ?? κυ Q του κυριου] om του AQ 5 ωσιν] + σου AQ om κατα 2⁰ Q εισοδον] οδον Q πασιν AQ c ο θεος] κσ Q Ισραηλ 2⁰] pr του A 7 γινεσθαι] γενεσθαι A βεβηλουν Α αρτους] + μου A et (sub ?? ) Q σσρκας] pr και A στραρ Q 8 και] pr και ουκ εφυλαξατε (εφυλαξασθε Q) την φυλακην των αγιων μου A et (sub θ' ?? ) Q om εν Q 10 Αευιται AQ αφηλαντο] αφειλαντο A Ισραηλ] +οι επλανηθησαν A et (sub α'θ' ?? ) Q ληψονται BᵇQᵃ item 13, 22 bis αδικιαν] pr την A 11 εσονται] ησαν Qmg οικω] + κυ A ουτοι σφαξου- σιν...αυτοις] adnot αντι του οι αλλοι οι τιμιωτεροι ιερεις τας θυσιας εποιουν ӄ τας ολοκαυτωσεις και ουτοι υπηρετουν αυτοις Qmg | του λειτουργειν] om του A 12 om οικω A)

485
Ἰσραὴλ εἰς κόλασιν ἀδικίας· ἕνεκα τούτου ἦρα τὴν χεῖρά μου ἐπʼ οὐτούς, [*](B) λέγει Κύριος ὁ θεός,

καὶ οὐκ ἐγγιοῦσι πρὸς μὲ τοῦ ἱερατεύειν μοι, οὐδὲ τοῦ προσάγειν πρὸς τὰ ἅγια υἱῶν τοῦ Ἰσραὴλ οὐδὲ πρὸς τὰ ἅγια τῶν ἁγίων μου· καὶ λήμψονται ἀτιμίαν αὐτῶν ἐν τῇ πλανήσει ᾗ ἐπλανήθησαν.

καὶ κατάξουσιν αὐτοὺς φυλάσσειν φυλακὰς τοῦ οἴκου εἰς πάντα τά ἔργα αὐτοῦ, καὶ εἰς πάντα ὅσα ἂν ποιήσωσιν.

οἱ ἱερεῖς οἱ Λευεῖται οἱ υἱοὶ τοῦ Σαδδοὺκ οἵτινες ἐφυλάξαντο τὰς φυλακὰς τῶν ἁγίων μου ἐν τῷ πλανᾶσθαι οἶκον Ἰσραὴλ ἀπʼ ἐμοῦ, οὗτοι προσάξουσιν πρὸς μέ τοῦ λειτουργεῖν μοι, καὶ στήσονται πρὸ προσώπου μου τοῦ προσφέρειν μοι θυσίαν, στέαρ καὶ αἶμα, λέγει Κύριος ὁ θεός.

οὗτοι εἰσελεύσονται εἰς τὰ ἅγιά μου, καὶ οὗτοι προσελεύσονται πρὸς τὴν τράπεζάν μου τοῦ λειτουργεῖν μοι, καὶ φυλάξουσιν τάς φυλακάς μου.

καὶ ἔσται ἐν τῷ εἰσπορεύεσθαι αὐτοὺς τάς πύλας τῆς αὐλῆς τῆς ἐσωτέρας, στολὰς λινᾶς ἐνδύσονται· καὶ οὐκ ἐνδύσονται ἐρεᾶ ἐν τῷ λειτουργεῖν αὐτοὺς ἀπὸ τῆς πύλης τῆς ἐσωτέρας αὐλῆς.

καὶ κιδάρεις λινᾶς ἕξουσιν ἐπὶ ταῖς κεφαλαῖς αὐτῶν, καὶ περισκελῆ λινᾶ ἕξουσιν ἐπὶ τὰς ὀσφύας αὐτῶν, καὶ οὐ περιζώσονται βίᾳ.

καὶ ἐν τῷ ἐκπορεύεσθαι αὐτοὺς εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν πρὸς τὸν λαὸν ἐκδύσονται τάς στολὰς αὐτῶν, ἐν αἷς αὐτοὶ λειτουργοῦσιν ἐν αὐταῖς, καὶ θήσουσιν αὐτὰς ἐν ταῖς ἐξέδραις τῶν ἁγίων, καὶ ἐυδύσονται στολὰς ἑτέρας, καὶ οὐ μὴ ἁγιάσωσιν τὸν λαὸν ἐν ταῖς στολαῖς αὐτῶν.

§ 20 καὶ τὰς κεφαλὰς αὐτῶν οὐ ξυρήσονται, [*](§ Γ) καὶ τάς κόμας αὐτῶν οὐ ψιλώσουσιν· καλύπτοντες καλύψουσιν τάς κεφαλὰς αὐτῶν.