Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ εἰσήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν κατὰ ἀνατολάς κατέναντι τῆς πύλης τῆς πρὸς βορρᾶν· καὶ εἰσήγαγέν με, καὶ ἰδοὺ ἐξέδραι πέντε ἐχόμεναι τοῦ ἀπολοίπου καὶ ἐχόμεναι τοῦ διορίζοντος πρὸς βορρᾶν,

ἐπὶ πήχεις ἑκατὸν μῆκος πρὸς βορρᾶν, καὶ τὸ πλάτος πεντήκοντα,

διαγεγραμμέναι ὃν τρόπον αἱ πύλαι τῆς αὐλῆς τῆς ἐσωτέρας, καὶ ὃν τρόπον τά περίστυλα τῆς αὐλῆς τῆς ἐξωτέρας, ἐστιχισμέναι ἀντιπρόσοωποι στοαὶ τρισσαί. καὶ κατέναντι τῶν ἐξεδρῶν περίπατος πηχῶν δέκα τὸ πλάτος, ἐπὶ πήχεις ἑκατὸν τὸ μῆκος· καὶ τά θυρώματα αὐτῶν πρὸς βορρᾶν,

καὶ οἱ περίπατοι οἱ ὑπερῷοι ὡσαύτως. ὅτι ἐξείχετο τὸ περίστυλον ἐξ αὐτοῦ, ἐκ τοῦ ὑποκάτωθεν περιστύλου, καὶ τὸ διάστημα· οὕτως περίστυλον καὶ διάστημα,

καὶ οὕτως στοαὶ δύο.

διότι τριπλαῖ ἦσαν, καὶ στύλους οὐκ εἶχον καθὼς οἱ στύλοι τῶν ἐξωτέρων· διά τοῦτο ἐξείχοντο τῶν ὑποκάτωθεν καὶ τῶν μέσων ἀπὸ τῆς γῆς.

καὶ φῶς ἔξωθεν, ὃν τρόπον αἱ ἐξέδραι τῆς αὐλῆς τῆς ἐξωτέρας αἱ βλέπουσαι ἀπέναντι τῶν ἐξεδρῶν τῶν πρὸς βορρᾶν, μῆκος πήχεων πεντήκοντα.

ὅτι τὸ μῆκος τῶν ἐξεδρῶν τῶν βλεπουσῶν εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν πηχῶν πεντήκοντα, καὶ αὗταί [*](22 πηχων 1⁰] πηχεων A πηχων 2⁰] πηχεων A) πηχων 3⁰]| πηχεων AQ | AQ η προ προσωπου] κατα προσωπον A + κυ BᵃᵇAQ θυρωμα Β* ( ματα Bᵃᵇ) 23 τω αγιω δυο θυρωματα BᵃAQ 24 τη θυρα τη δευτερα] τη δευτ. θυρα A 25 χερουβειμ Q 26 εζυγωμενα] εξυλωμενα A X L II 1 εισηγαγεν 1⁰] εξηγαγεν Q | εσωτεραν] εξωτεραν AQ κατα ανατολας] κατ ανατολας Q pr ?? Q? πεντε] δεκα πεντε A pr Q? 2 επι] pr κατα προσωπον A et (sub ) Q πεντηκοντα] + πηχεων A) 4 επι πηχεις εκ. το μηκος] pr ?? Q? + (sub θʼ ?? ) εις το εσωτερον οδον πηχεος ενος Q 5 το περιστυλον] om το A διαστημα bis] διαστεμα A περιστυλον και διαστημα] pr Q? και ουτως (τω Q) στοαι δυο] om δυο AQ pr Q? 6 συλοι A (στ. A¹) εξωτερων] εξεδρων A γης] + (sub οι γʼ ??) πεντηκοντα Q 7 τροπον] + και A των προς βορραν] pr?? Q πηχων Q 8 πηχων 1⁰ (χεων A)] pr ην BaᵇAQ)

480
[*](B) εἰσιν αἱ ἀντιπρόσωποι ταύταις· τὸ πᾶν πηχόν ἑκατόν.

καὶ αἱ θύραι τῶν ἐξεδρῶν τούτων τῆς εἰσόδου τῆς πρὸς ἀνατολὰς τοῦ εἰσπορεύεσθαι δι᾿ αὐτῶν ἐκ τῆς αὐλῆς τῆς ἐξωτέρας

κατὰ τὸ φῶς τοῦ ἐν ἀρχῇ περιπάτου· καὶ τὰ πρὸς νότον κατὰ πρόσωπον τοῦ νότου, κατὰ πρόσαωπον τοῦ ἀπολοίπου καὶ κατὰ πρόσωπον τοῦ διορίζοντος· καὶ αἱ ἐξέδραι

καὶ ὁ περίπατος κατά πρόσωπον αὐτῶν, κατὰ τὰ μέτρα ἐξεδρῶν τῶν πρὸς βορρᾶν καὶ κατά τὸ μῆκος αὐτῶν καὶ κατὰ τὸ εὖρος αὐτῶν καὶ κατὰ πάσας τὰς ἐξόδους αὐτῶν καὶ κατὰ πάσας τὰς ἐπιστροφάς αὐτῶν καὶ κατά τά φῶτα αὐτῶν καὶ κατά τά θυρώματα αὐτῶν,

τῶν ἐξεδρῶν τῶν πρὸς νότον, καὶ κατὰ τά θυρώματα ἀπʼ ἀρχῆς τοῦ περιπάτου ὡς ἐπὶ φῶς διαστήματος καλάμου, καὶ κατʼ ἀνατολάς τοῦ εἰσπορεύεσθαι δι᾿ αὐτῶν.

καὶ εἶπεν πρὸς μέ Αἱ ἐξέδραι αἱ πρὸς βορρᾶν καὶ αἱ ἐξέδραι αἱ πρὸς νότον, οὖσαι κατὰ πρόσωπον τῶν διαστημάτων, αὗταί εἰσιν αἱ ἐξέδραι τοῦ ἁγίου, ἐν αἷς φάγονται ἐκεῖ οἱ ἱερεῖς υἱοὶ Σαδδοὺκ οἱ ἐγγίζοντες πρὸς Κύριον τά ἅγια τῶν ἁγίων· καὶ ἐκεῖ θήσουσιν τὰ ἅγια τῶν ἁγίων καὶ τὴν θυσίαν καὶ τά περὶ ἁμαρτίας καὶ τὰ περὶ ἀγνοίας, διότι ὁ τόπος ἄγιος.

οὐκ εἰσελεύσονται ἐκεῖ παρέξ τῶν ἱερέων, οὐκ ἐξελεύσονται ἐκ τοῦ ἁγίου εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν, ὅπως διά παντὸς ἅγιοι ὦσιν οἱ προσάγοντες· καὶ μὴ ἅπτωνται τοῦ στολισμοῦ αὐτῶν ἐν οἶς λειτουργοῦσιν ἐν αὐτοῖς, διότι ἅγιά ἐστιν· καὶ ἐυδύσονται ἱμάτια ἕτερα ὅταν ἄπτωνται τοῦ λαοῦ.

Καὶ συνετελέσθη ἡ διαμέτρησις τοῦ οἴκου ἔσωθεν. καὶ ἐξήγαγέν με καθʼ ὁδὸν τῆς πύλης τῆς βλεπούσης πρὸς ἀνατολάς, καὶ διεμέτρησεν τὸ υπόδειγμα τοῦ οἴκου κυκλόθεν ἐν διατάξει.

καὶ ἔστη κατὰ νώτου τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ διεμέτρησεν πεντακοσίους ἐν τῷ καλάμῳ τοῦ μέτρου.

καὶ ἐπέστρεψεν πρὸς βορρᾶν καὶ διεμέτρησεν τὸ κατὰ πρόσαωπον τοῦ βορρᾶ, πήχεις πεντακοσίους ἐν τῷ καλάμῳ τοῦ μέτρου.

καὶ ἐπέστρεψεν πρὸς θάλασσαν καὶ διεμέτρησεν τὸ κατὰ πρόσωπον [*](AQ) [*](8 αι αντιπροσ ] 0m αι A πηχων 2⁰] πηχεων A 10 περιπατου] pr του A και κατα προσ. του διοριζοντος] pr 4 Q αι εξεδραι] om αι Q 11 εξεδρων] pr των A + (sub ?? την δον Q om και 2⁰ A 12 κατ] κατα Q 13 αι προς νοτον] om αι Q ουσαι] pr αι A) διαστε- ματω) A υιοι Σαδδουκ] pr οι AQ (pr A Q?) om και εκει θησουσιν τα αγια των αγιων A θυσιν Q* (σιαν Qᵃ) περι 2⁰] υπερ Q αγιος] + εστιν A εισελευσονται] εισελευσεται A | ουκ 2⁰] pr και A οπως. .οι προσαγοντες] p ?? Q? ε ν οις B εν οις B? ενδυσονται ιματια ετερα] ιματια ενδυσονται τα ετερα Q 15 pr tit συνετελεσθη η διαμετρησις του ναου Qmg προς] κατα Bab mg κατ A 16 κατα 2⁰] κατ AQ 17 μειρου (-του B -τρου Bᵃᵇ)] +(sub ) κυκλω Q)

481
θαλάσσης, πεντακοσίους ἐυ τῷ καλάμῳ τοῦ μέτρου.

καὶ ἐπέστρεψεν [*](B) πρὸς νότον καὶ διεμέτρησεν κατέναντι τοῦ υὀτου, πεντακοσίους ἐν τῷ καλάμῳ τοῦ μέτρου,

τά τέσσερα μέρη τοῦ αὐτοῦ καλάμου· καὶ διέταξεν αὐτὸν καὶ περίβολον αὐτῶν κύκλῳ, πεντακοσίων πρὸς ἀνατολὰς καὶ πεντακοσίων πηχῶν εὖρος, τοῦ διαστέλλειυ ἀνὰ μέσον τῶν ἁγίων καὶ ἀνὰ μέσον τοῦ προτειχίσματος τοῦ ἐν διατάξει τοῦ οἴκου.