Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἐπὶ ταῖς πλευραῖς καὶ τοῖς ὤμοις ὑμῶν διωθεῖσθε, καὶ τοῖς κέρασιν ὑμῶν ἐκερατίζετε, καὶ πᾶν τὸ ἐκλεῖπον ἐξεθλίβετε.

καὶ σώσω τὰ πρόβατά μου, καὶ οὐ μὴ ὦσιν ἔτι εἰς προνομήν, καὶ κρινῶ ἀνὰ μέσον κριοῦ πρὸς κριόν.

καὶ ἀναστήσω ἐπʼ αὐτοὺς ποιμένα ἕνα καὶ ποιμαίνει αὐτούς, τὸν δοῦλόν μου Δαυείδ, καὶ ἔσται αὐτῶν ποιμήν·

καὶ ἐγὼ Κύριος ἔσομαι αὐτοῖς εἰς θεόν, καὶ Δαυεὶδ ἐν μέσῳ αὐτῶν ἄρχων· ἐγὼ Κύριος ἐλάλησα.

καὶ διαθήσομαι τῷ Δαυεὶδ διαθήκην εἰρήνης. καὶ ἀφανιῶ θηρία πονηρὰ ἀπὸ τῆς γῆς, καὶ κατοικήσουσιν ἐν τῇ ἐρήμῳ καὶ ὑπνώσουσιν ἐν τοῖς δρυμοῖς.

καὶ δώσω αὐτοὺς περικυκλῳ τοῦ ὄρους μου· καὶ δώσω τὸν ὑετὸν ὑμῖν, ὑετὸν εὐλογίας.

καὶ τὰ ξύλα τὰ ἐν τῷ πεδίῳ δώσει τὸν καρπὸν αὐτῶν, καὶ ἡ γῆ δώσει τὴν ἰσχὺν αὐτῆς, καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὐτῶν ἐν ἐλπίδι εἰρήνης, καὶ γνώσονται ὅτι ἐγὼ εἰμι Κύριος, ἐν τῷ συντρίψαι με τὸν ζυγὸν αὐτῶν· καὶ ἐξελοῦμαι αὐτοὺς ἐκ χειρὸς τῶν καταδουλωσαμένων αὐτούς,

καὶ οὐκ ἔσονται ἔτι ἐν προνομῇ τοῖς ἔθνεσιν, καὶ τὰ θηρία τῆς γῆς οὐκέτι μὴ φάγωσιν αὐτοὺς· καὶ κατοικήσουσιν ἐν ἐλπίδι, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτούς.

καὶ ἀναστήσω αὐτοῖς φυτὸν εἰρήνης, καὶ οὐκέτι ἔσονται ἀπολλύμενοι λιμῷ ἐπὶ τῆς γῆς, καὶ οὐ μὴ ἐνέγκωσιν ἔτι ὀνειδισμὸν ἐθνῶν.

καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος ὁ θεὸς αὐτῶν, καὶ αὐτοὶ λαός μου. οἶκος Ἰσραήλ, λέγει Κύριος,

πρόβατά μου καὶ πρόβατα ποιμνίου μού ἐστε, καὶ ἐγὼ Κύριος ὁ θεὸς ὑμῶν, λέγει κύριος Κύριος.