Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἡ Ἀραβία καὶ πάντες οἱ ἄρχοντες Κηδάρ, οὗτοι ἔμποροί σου διὰ χειρός σου, καμήλους καὶ κριοὺς καὶ ἀμνοὺς ἐν οἷς ἐμπορεύονταί σε.

ἔμποροι Σαβὰ καὶ Ῥαμά, οὗτοι ἔμποροί σου μετὰ πρώτων ἡδυσμάτων καὶ λίθων χρηστῶν, καὶ χρυσίον ἔδωκαν τὴν ἀγοράν σου.

Χαρρὰ καὶ Χανάα, οὗτοι ἔμποροί σου. Ἀσσοὺρ καὶ Χαρμὰν ἔμποροί σου,

φέροντες ἐμπορίαν ὑάκινθον καὶ θησαυροὺς ἐκλεκτοὺς δεδεμένους σχοινίοις καὶ κυπαρίσσινα.

πλοῖα ἔμποροί σου ἐν τῷ πλήθει ἐν τῷ συμμίκτῳ σου, καὶ ἐνεπλήσθης καὶ ἐβαρύνθης σφόδρα ἐν καρδίᾳ θαλάσσης.

[*](AQ)[*](15 Ροδιων] Αραδιων A adnot Ροδιοι ορασις κρισεως Qmg | εμποροι] + σου AQ 16 εμποριαν] εμπορειας Qa | σου 2⁰] + (sub ?? ) εν Αφεχ (α΄ συναλλαγη σου σ΄ πολυμιτα Qmg) | Θαρσεις...Χορχορ] Θαρρεις και Ραμμωθ και Κορχορυς A 17 Ιουδα A | του Ισραηλ] om του A | κασιας A κασσιας Q 18 εμπορος] εμποροι A εμπορεια Qmg | σου 1⁰] + (sub ?? ) εν πληθει εργων σου Q | om πασης Q | σιος] οινον A + λιπαρος Qmg | Χελβων] Χεβρων A Χελβω Q γαλακτινος Qmg | εκ Μειλητου (Mιλ. BᵇQ)] | στιλβο|τα Qmg | κ. οινον sub ?? Q? | οινον] + και Δαν (pro κ. Δαν leg Δαιδαν Qᵃ) και Ιαυηλ Μεωζηλ Q | εδωκαν] pr ??Q? 19 εξ Ασηλ] εξ (ras vid A?) Ασαηλ A pr ?? Q? | σιδηρον ειργα- σμενο| A | τροχιας Bb ( -χειας B* A )] τροχος Q adnot τουτεστι δραμος (sic) προς θεωριαν της πανταχοθεν ευθηνιας Qmg + εδωκαν A 20 Δαιδαν] και Δαν Qa 21 η Αραβια (-βεια A)] adnot εσπερα Qmg | Κηδαρ] adnot σκοτος Qmg | om σου 1° Q | αμνους (καμν. Q* αμν. Qᵃ)] μοσχους A | εμπορευονται] ενεπορευ- οντο A | σε] σοι AQᵃ 22 Σαβα] adnot επιστρεφων Qᵐᵍ | Ραμα] Ραγμα AQ | χρηστων] εκλεκτων A τιμιω| Qmg | χρυσιον] χρυσον Q | σου] σοι B*ᵛiᵈ 23 Χαρρα και Χαναα] Χαρραν κ. Χανααν κ. Δαιδαν A Χαρρα (-ρραν Qa adnot τρωγλαι Qmg) κ. Χανααν (et sub ?? ) κ. Δαιδαν Q | οιτοι] αυτοι A 24 υακινθον] + και πορφυραν A + (sub ?? οι γ΄ ) και ποικιλιαν Q | om και 1° Q θησαυρους] α΄θ΄ εν γαζαις Qmg | εκλεκτους] + εν μαγουζοις συγκειμενοις Qmg | σχοινιοις δεδεμενους Q | και κυπαροσσινα] εν κυπαρισσινοις A + πλοια Qc εν κυπαρισσινοις πλοιοις Qmg + (sub θ΄ ??) εν αυτοις η εμπορια (-ρεια Qᵃ) σου Q 25 πλοια...πληθει] πλοιοις εν αυτοις (paene even εν αυτ.) Καρχηδονιοι εμποροι σου Θαρσος εμποροι σου εν τω πληθει A πλοια εν τω πληθει ( + εν αυτοις Καρχηδονιοι Qmg) εμποροι σου Q | om σου 2⁰ Q )
443

ἐν ὕδατι πολλῷ ἦγόν σε οἱ κωπηλάται σου. τὸ πνεῦμα τοῦ νότου [*](B) συνέτριψἐν σε ἐν καρδίᾳ θαλάσσης·

ἦσαν δυνάμεις σου, καὶ ὁ μισθός σου καὶ τῶν συμμίκτων σου, καὶ οἱ κωπηλάται σου καὶ οἱ κυβερνῆταί σου καὶ οἱ σύμβουλοί σου, καὶ οἱ σύμμικτοί σου ἐκ τῶν συμμίκτων σου, καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταί σου οἱ ἐν σοί καὶ πᾶσα συναγωγή σου ἐν μέσῳ σου πεσοῦνται ἐν καρδίᾳ θαλάσσης ἐν τῇ ἡμέρᾳ τῆς πτώσεως σου.

πρὸς τὴν κραυγὴν τῆς φωνῆς σου οἱ κυβερνῆταί σου φόβῳ φοβηθήσονται,

καὶ καταβήσονται ἀπὸ τῶν πλοίων πάντες οἱ κωπηλάται καὶ οἱ ἐπιβάται, καὶ οἱ πρωρεῖς τῆς θαλάσσης ἐπὶ τὴν γῆν στήσονται,

καὶ ἀλαλάξουσιν ἐπὶ σὲ τῇ φωνῇ αὐτῶν καὶ κεκράξονται πικρόν, καὶ ἐπιθήσουσιν ἐπὶ τὴν κεφαλὴν αὐτῶν γῆν καὶ σποδὸν στρώσονται.

καὶ λἠμψονται ἐπὶ σὲ οἱ υἱοὶ αὐτῶν θρῆνον, θρήνημα Σόρ.

πόσον τινὰ εὗρες μισθὸν ἀπὸ τῆς θαλάσσης; ἐνέπλησας ἔθνη ἀπὸ τοῦ πλήθους σου, καὶ ἀπὸ τοῦ συμμίκτου σου ἐπλούτισας πάντας βασιλεῖς τῆς γῆς.

νῦν συνετρίβης ἐν θαλάσσῃ, ἐν βάθει ὕδατος ὁ σύμμικτός σου, καὶ πᾶσα ἡ συναγαογή σου ἐν μέσῳ σου· ἔπεσον πάντες οἱ κωπηλάται σου.

πάντες οἱ κατοικοῦντες τὰς νήσους ἐστύγνασαν ἐπὶ σέ, καὶ οἱ βασιλεῖς αὐτῶν ἐκστάσει ἐξέστησαν, καὶ ἐδάκρυσεν τὸ πρόσωπον αὐτῶν.

ἔμποροι ἀπὸ ἐθνῶν ἐσύρισάν σε· ἀπώλεια ἐγένου, καὶ οὐκέτι ἔσῃ εἰς τὸν αἰῶνα.