Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἐκφυσήσω ἐφʼ ὑμᾶς ἐν πυρὶ ὀργῆς μου, καὶ χωνευθήσεσθε ἐν μέσῳ αὐτῆς.

ὃν τρόπον χωνεύεται ἀργύριον ἐν μἐσῳ καμίνου, οὕτως χωνευθήσεσθε ἐν μέσῳ αὐτῆς· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος ἐξέχεα τὸν θυμόν μου ἐφʼ ὑμᾶς.

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

Υἱὲ ἀνθρώπου, εἰπὸν αὐτῇ Σὺ εἶ γῆ ἡ οὐ βρεχομένη, οὐδὲ ὑετὸς ἐγένετο ἐπὶ σέ ἐν ἡμέρᾳ ὀργῆς.

ἧς οἱ ἀφηγούμενοι ἐν μέσῳ αὐτῆς ὡς λέοντες ὠρυόμενοι ἁρπάζοντες ἁρπάγματα, ψυχὰς κατεσθίοντες ἐν δυναστείᾳ καὶ τιμὰς λαμβάνοντες· καὶ αἱ χῆραί σου ἐπληθύνθησαν ἐν μέσῳ σου.

καὶ οἱ ἱερεῖς αὐτῆς ἠθέτησαν νόμον μου καὶ ἐβεβήλουν τὰ ἅγιά μου· ἀνὰ μέσον ἁγίου καὶ βεβήλου οὐ διέστελλον, καὶ ἀνὰ μέσον ἀκαθάρτου καὶ τοῦ καθαροῦ οὐ διέστελλον, καὶ ἀπὸ τῶν σαββάτων μου παρεκάλυπτον τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ ἐβεβηλούμμην ἐν μέσῳ αὐτῶν.

οἱ ἄρχοντες αὐτῆς ἐν μέσῳ αὐτῆς ὡς λύκοι ἁρπάζοντες ἁρπάγματα τοῦ ἐκχέαι αἶμα, ὅπως πλεονεξίᾳ πλεονεκτῶσιν.

καὶ οἱ προφῆται αὐτῆς ἀλείφοντες αὐτοὺς πεσοῦνται, ὁρῶντες μάταια, μαντευόμενοι ψευδῆ, λέγοντες Τάδε λέγει Κύριος, καὶ Κύριος οὐ λελάληκεν·

λαὸν τῆς γῆς ἐκπιεζοῦντες ἀδικίᾳ καὶ διαρπάζοντες ἁρπάγματα, πτωχὸν καὶ πένητα καταδυναστεύοντες, καὶ πρὸς τὸν προσήλυτον οὐκ ἀναστρεφόμενοι μετὰ κρίματος.

καὶ [*](AQ)[*](19 Κυριος] κς κς ο θς A κς κς Q ανθ ων] αν Β* (ανθ ων Bᵃᵇ) εγενε- σθε] + παντες AQ συγκρασιν BᵃᵇAQ εγω] pr ιδοῦ A εισδεξομαι Q 20 μολιβος και κασσιτερος Q μολιβδος A καμινου] + πυρος A εκφυσησαι] εμφυσησαι A αυτο] αυτα A αυτην Q Qmg χωνευθηναι] χωνευσαι A εισδε- ξομαι] + υμας A μου] + και εν τω θυμω μου A et (sub θ´ ?? ) Q συναξω] συ ταξω χωνευσω sub ras Aa (επαφησω A*fort) 21 εφ] εις A υμας] +εκφυσημα A 22 ουτω Q χωνευετε Bᵃᵇ 24 om υιε ανθρωπου A (hab Aᵃ) γη] pr η Q η ου βρεχ.] om η A εγενετο επι σε εν ημερα οργης] καταβησεται σοι A 25 om ης A αφηγουμενοι] + αυτης A ωρυομενοι] ερευγομενοι A αρπαγμα κατεσθοντες Q εν δυναστια] pr εδυναστευσαν A και τιμας λαμβανοντες] δωρα ελαμβανον ε| αδικια A αι χηραι] om αι A 26 νομον] pr τον A του καθαρου] om του Q εβεβηλουμην] τα σαββατα μου εβεβηλουν 27 αιμα] + (sub θ᾿ ?? ) του απολεσοι ψυχας Q 28 αλει- φοντες αυτους] οι αλ. αυτ. A + αναρτυτω (sub ?? ) Qmg dext ηλειφον αυτους πηλω ανευ αχυρων Qmg sinistr ορωντες (ο sup ras Aᵃ)] pr οι A μαντευομενοι] +(sub οι γ ?? ) αυτοις Q Κυριος 1⁰] pr αδωναι Q Q ου λελαληκεν] ουκ ελαλησεν A 29 λαον] pr τον A εκπιεζοντες Q αδικια] pr εν A αδικιαν Q* (- κια Qᵃ) )

431
ἐζήτουν ἐξ αὐτῶν ἄνδρα ἀναστρεφόμενον ὀρθῶς καὶ ἑστῶτα πρὸ [*](Β) προσώπου μου ὁλοσχερῶς ἐν καιρῷ τῆς γῆς τοῦ μὴ εἰς τέλος ἐξαλεῖψαι αὐτήν, καὶ οὐχ εὗρον.

καὶ ἐξέχεα ἐπ᾿ αὐτὴν θυμόν μου ἐν [*](§ Γ) πυρὶ ὀργῆς μου τοῦ συντελέσαι· τὰς ὁδοὺς αὐτῶν εἰς κεφαλὰς αὐτῶν δέδωκα, λέγει κύριος Κύριος.