Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

Καὶ σύ, υἱὲ ἀνθρώπου, εἰ κρινεῖς τὴν πόλιν τῶν αἱμάτων; καὶ παράδειξον αὐτῇ πάσας τὰς ἀνομίας αὐτῆς,

καὶ ἐρεῖς Τάδε λέγει κύριος Κύριος Ὦ πόλις ἐκχέουσα αἵματα ἐν μέσῳ αὐτῆς τοῦ εἰσελθεῖν καιρὸν αὐτῆς, καὶ ποιοῦσα ἐνθυμήματα καθʼ αὑτῆς τοῦ μιαίνειν αὐτήν.

ἐν τοῖς μασιν αὐτῶν οἷς ἐξέχεας παραπέπτωκας, καὶ ἐν τοῖς ἐνθυμήμασίν σου οἷς ἐποίεις ἐμιαίνου, καὶ ἤγγισας τὰς ἡμέρας σου, καὶ ἤγαγες καιρὸν ἐτῶν σου. διὰ τοῦτο δέδωκά σε εἰς ὄνειδος τοῖς ἔθνεσιν καὶ εἰς ἐμπαιγμὸν πάσαις ταῖς χώραις

ταῖς ἐγγιζούσαις πρὸς σέ καὶ [*](AQ)[*](24 αμαρτιας] pr τας Q* (improb Qᵃ) ασεβιαις BbA | τοις επιτηδευμασιν] pr πασιν Q αλωσεσθε] αλωθησεσθαι A 25 βεβηλε ανομε AQ 26 Κυ- ριος] κς κς ο θ A κς κς Q τον στεφανον αυτη] αυτη το στεφανον (αυτη το sup ras et in mg Aᵃ? om αυτη A* ᵛⁱᵈ) A το ταπεινον υψωσας A 27 αδικιαν 1° sub οι γʼ ?? Q? om αδικιαν 3⁰ BᵇA ουαι] ου A ουδ Q om αυτη A τοιαυτην Q* (-τη Qᵃ) αυτω] αυτην A 28 Κυριος] κς ο θς A κς κς Q εσπασμενη 1⁰] pr ετοιμεζου A om εις 1⁰ A 29 τη ματαια] om τη Q* (superscr Qᵃ) ανομων] +ων AQ 30 γεγενησαι Qᵃ 31 σε 1⁰] σοι AQ | οργην μου] α απειλην μου θʼ εμβριμημα μου σʼ εμβριμησιν μου Qmg διαφθοραν A 32 λελαληκα] ελαλησα Q X X Ii 2 ει κρινεις] ου κρ. A bis scr Q αυτης] ουτων Q 3 Κιριος] + ο θς A εισελθειν] ελθειν BᵃᵇAQ) ποιουσαι A καθ αυτης] κατ αυτης A 4 δεδωκα] εδωκα Q )

429
ταῖς μακρὰν ἀπεχούσαις ἀπὸ σοῦ, καὶ ἐμπαίξονται ἐν σοί, ἀκάθαρτος [*](B) ἡ ὀνομαστὴ καὶ πολλὴ ἐν ταῖς ἀνομίαις.

ἰδοὺ οἱ ἀφηγούμενοι οἴκου Ἰσραήλ, ἕκαστος πρὸς τοὺς συγγενεῖς αὐτοῦ, συνεφύροντο ἐν σοὶ ὅπως ἐκχέωσιν αἵμα·

πατέρα καὶ μητέρα ἐκακολόγουν ἐν σοί, καὶ προσήλυτον ἀνεστρέφοντο ἐν ἀδικίαις ἐν σοί, ὀρφανὸν καὶ χήραν κατεδυνάστευον,

καὶ τὰ ἅγιά μου ἐξουδένουν καὶ τὰ σάββατά μου ἐβεβήλουν ἐν σοί

ἄνδρες λῃσταὶ ἐν σοί, ὅπως ἐκχέωσιν ἐν σοὶ αἷμα, καὶ ἐπὶ τῶν ὀρέων ἤσθοσαν ἐν σοί, ἀνόσια ἐποίουν ἐν μέσῳ σου.

αἰσχύνην πατρὸς ἀπεκάλυψαν ἐν σοί, καὶ ἐν ἀκαθαρσίαις ἀποκαθημένην ἐταπείνουν ἐν σοί

ἕκαστος τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἠνομοῦσαν, καὶ ἕκαστος τὴν νύμφην αὐτοῦ ἐμίαινεν ἐν ἀσεβείᾳ, καὶ ἕκαστος τὴν ἀδελφὴν αὐτοῦ θυγατέρα τοῦ πατρὸς αὐτοῦ ἐταπείνουν ἐν σοί.

δῶρα ἐλαμβάνοσαν ἐν σοί, ὅπως ἐκχέωσιν αἷμα, τόκον καὶ πλεονασμὸν ἐλαμβάνοσαν ἐν σοί καὶ συνετελέσω συντέλειαν κακίας σου τὴν ἐυ καταδυναστείᾳ, ἐμοῦ δῆ ἐπελάθου, λέγει Κύριος.

ἐὸυ δʼ ἐπάξω χεῖρά μου ἐφʼ οἷς συντετέλεσαι οἷς ἐποίησας, καὶ ἐπὶ τοῖς αἵμασίν σου τοῖς γεγενημένοις ἐν μέσῳ σου,

εἰ ὑποστήσεται ἡ καρδία σου; εἰ κρατήσουσιν αἱ χεῖρές σου ἐν ταῖς ἡμέραις αἷς ἐγὼ ποιῶ ἐν σοί; ἐγὼ Κύριος λελάληκα καὶ ποιήσω.

καὶ διασκορπιῶ σε ἐν τοῖς ἔθνεσιν, καὶ διασπερῶ σε ἐν ταῖς χώραις, καὶ ἐκλείψει ἡ ἀκαθαρσία σου ἐκ σοῦ,

καὶ κατακληρονομήσω ἐν σοὶ κατʼ ὀφθαλμοὺς τῶν ἐθνῶν, καὶ γνώσεσθε διότι ἐγὼ Κύριος.

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

Υἱὲ ἀνθρώπου, ἰδοὺ γεγόνασί μοι ὁ οἶκος Ἰσραὴλ ἀναμεμιγμένοι πάντες χαλκῷ καὶ σιδήρῳ καὶ κασσιτέρῳ καὶ μολίβῳ, ἐν μέσῳ ἀργυρίου ἀναμεμιγμένος ἐστίν.

διὰ τοῦτο εἰπόν Τάδε λέγει [*](5 ἀπεχούσαις bis scr *B improb 2⁰ Bᵃᵇ σοι] + ӄ βοησουσιν επι σοι Qmg AQ 6 συνεφυροντο] ενεφυραντο Bᵃ ⁽non ᵇ) ᵐg συνανεφυροντο A 7 προσηλυτον] προς τον προσ. Bᵃᵇ ᵐᵍ AQmg προς τον ηλυτον Q* αδικειαις Β* (-κιαις Bᵇ) κατεδυναστευον] + εν σοι ΑQ 8 τα αγια μου] τα αγιασμο Β* (improb τα Bᵃᵇ) εξουθενουν A 9 λησται] + ησαν AQ ησθοσαν] ησθιον BᵇA 10 και εν ακαθαρσιαις sup ras Bᵃᵇ αποκαθημενης A 11 νυμφην] αδελφην A εμιαινον A 12 ελαμβανοσαν 1⁰] ελαμβανον A καταδυναστεια] + σου Α εμου δε] οτι εμου A απελαθου B Κυριος] pr κς AQ 13 δ επαξω] δε παταξω AQ μου] + προς χειρα μου AQ γεγεννημενοις A 14 ει bis] η Q* (ει Qᵃ) 15 διασπερῶ] περ sup ras (seq spat) B? (διασκορπιω B*fort) εν ταις χωραις] εις τας χωρας Q 16 εν σοι κατ οφθαλμους] σε ενωπιον A γνωσεσθε] γνωση A διοτι] οτι AQ 18 γεγονοσι ( σιν Q)] γεγονεν A om μοι A αναμεμιγμενοι παντες] ἀναμεμιγμενος A κασσιτερω και σι- δηρω Q μολιβδω A μεσω] + (sub οι γʼ ?? ) καμινου Q αργυριου] αργυριον Q αργυριω Q? σναμεμιγμρνος ρστιν] σναμεμιγμρνον εστιν Q* αναμεμιγμενοι εισιν Qmg)

430
[*](Β) Κύριος Ἀνθʼ ὧν ἐγένεσθε εἰς σύνκρασιν μίαν, διὰ τοῦτο ἐγὼ εἰσδέχομαι ὑμᾶς εἰς μέσον Ἰερουσαλήμ·

καθὼς εἰσδέχεται ἄργυρος καὶ χαλκὸς καὶ σίδηρος καὶ κασσίτερος καὶ μόλιβος εἰς μέσον καμίνου, τοῦ ἐκφυσῆσαι εἰς αὐτὸ πῦρ τοῦ χωνευθῆναι, οὕτως εἰσδέξομαι ἐν ὀργῇ μου καὶ συνάξω καὶ χωνεύσω ὑμᾶς,