Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

διότι στήσεται βασιλεὺς Βαβυλῶνος ἐπὶ τὴν ἀρχαίαν ὁδόν, ἐπʼ ἀρχῆς τῶν δύο ὁδῶν, τοῦ μαντεύσασθαι μαντείαν, τοῦ ἀναβράσαι ῥάβδον καὶ ἐπερωτῆσαι ἐν τοῖς γλυπτοῖς καὶ ἡπατοσκοπήσασθαι ἐκ δεξιῶν αὐτοῦ.

ἐγένετο τὸ μαντεῖον ἐπὶ Ἰερουσαλὴμ τοῦ βαλεῖν χάρακα, τοῦ διανοῖξαι στόμα ἐν βοῇ, ὑψῶσαι φωνὴν μετὰ κραυγῆς, τοῦ βαλεῖν χάρακα ἐπὶ τὰς πύλας αὐτῆς καὶ βαλεῖν χῶμα καὶ οἰκοδομῆσαι βελοστάσεις.

καὶ αὐτὸς αὐτοῖς ὡς μαντευόμενος μαντείαν ἐνώπιον αὐτῶν, καὶ αὐτὸς ἀναμιμνήσκων ἀδικίας αὐτοῦ μνησθῆναι.

διὰ τοῦτο τάδε λέγει Κύριος Ἀνθʼ ὧν ἀνεμνήσατε τὰς ἀδικίας ὑμῶν ἐν τῷ ἀποκαλυφθῆναι τὰς ἀσεβείας ὑμῶν, [*](13 οτι δεδικαιωται] α᾿ οτι ηρευνησεν Qmg και] + ετι ει και A + τι ει AQ και Q απωσθης A Κυριος] πιπι Qᵐᵍ 14 χειρα 1⁰] τη χειρι A εκστησει A 15 om μη AQ θραυσθη] θραυσθησεται A η καρδια] πασα κ. A πυλην] + ουτων AQ παραδεδονται] και παραδοθησονται A ειστιλβωσιν A 16 om και Q 17 θιμον] pr τον A μου 3°] + εν σοι A λελαληκα] ελαλησα A 20 αι δυο] αρχαι δ. AQ χειρ) χειρα AQᵇ? σʼ χειρα κεντουσα Qmg + ετοιμασουσιν AQmg + (sub θ᾿ ?? ) ετοι- μασαι Q εν αρχη] επ αρχης A οδου] + ελαστης Qmg πολεως] κεντουσαν Q mᵍ διαταξεις] ӄ συ ετοιμασον ӄ διαταξον οδον Qᵐᵍ Ραββαθ] adnot πλιθυμ Bc (mg) υιων] pr και επι A 21 ῥαβδον] ῥαβδια A ῥαβδους Qa | εν τοις γλυπτοις] σ’ εν τοις θαραφεῖ σʼ τα ειδωλα Qmg 22 εγενετο] pr και Q το μαντειον] om το Q του διανοιξαι] pr και A φωνην] νικη Qmg μετα κραυγης (κρουῃς B* λραυγης Bᵃfort)] μετα φωνης σαλπιγγος Qᵐᵍ 23 αιτων] + (sub θ᾿ ?? ) εβδομαζοντες εβδομαδας αυτοις Q αδικιας αυτοι μνη- σθηναι] ανομιαν ουτων του συλληφθηναι Qmg αυτν] ουτων A 24 Κυριος] κς κς ο θς A κς κς Q | ασεβιας Bᵇ )

428
[*](Β) τοῦ ὁραθῆναι ἁμαρτίας ὑμῶν ἐν πάσαις ταῖς ἀσεβείαις ὑμῶν καὶ ἐν τοῖς ἐπιτηδεύμασιν ὑμῶν· ἀνθʼ ὧν ἀνεμνήσατε, ἐν τούτοις ἁλώσεσθε.

καὶ σύ, ἄνομε βέβηλε ἀφηγούμενε τοῦ Ἰσραήλ, οὗ ἤκει ἡ ἡμέρα ἐν καιρῷ ἀδικίας πέρας,

τάδε λέγει Κύριος Ἀφείλου τὴν κίδαριν καὶ ἐπέθου τὸν στέφανον· αὐτὴ οὐ τοιαύτη ἔσται· ἐταπείνωσας τὸ ὑψηλόν, καὶ ὕψωσας τὸ ταπεινόν.

ἀδικίαν ἀδικίαν ἀδικίαν θήσομαι αὐτήν, οὐαὶ αὐτῇ· τοιαύτη ἔσται ἕως οὖ ἔλθῃ ᾧ καθήκει, καὶ παραδώσω αὐτῷ.

Καὶ σύ, υἱὲ ἀνθρώπου, προφήτευσον καὶ ἐρεῖς Τάδε λέγει Κύριος πρὸς τοὺς υἱοὺς Ἄμμων καὶ πρὸς τὸν ὀνειδισμὸν αὐτῶν, καὶ ἐρεῖς Ῥομφαία ῤομφαία ἐσπασμένη εἰς σφάγια καὶ ἐσπασμένη εἰς συντέλειαν, ἐγείρου ὅπως στίλβῃς.

ἐν τῇ ὁράσει σου τῇ ματαίᾳ, καὶ ἐν τῷ μαντεύεσθαί σε ψευδῆ, τοῦ παραδοῦναί σε ἐπὶ τραχήλους τραυματιῶν ἀνόμων, ἤκει ἡ ἡμέρα ἐν καιρῷ ἀδικίας πέρας.

ἀπόστρεφε, μὴ καταλύσῃς ἐν τῷ τόπῳ τούτῳ ᾧ γεγέννησαι· ἐν τῇ γῇ τῇ ἰδίᾳ σου κρινῶ σε.

καὶ ἐκχεῶ ἐπὶ σέ ὀργήν μου, ἐν πυρὶ ὀργῆς μου ἐμφυσήσω ἐπὶ σέ, καὶ παραδώσω σε εἰς χεῖρας ἀνδρῶν βαρβάρων τεκταινόντων διαφθοράς.

ἐν πυρὶ ἔσῃ κατάβρωμα, τὸ αἶμά σου ἔσται ἐν μέσῳ τῆς γῆς σου· οὐ μὴ γένηταί σου μνεία, διότι ἐγὼ Κύριος λελάληκα.