Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

Διὰ τοῦτο προφήτευσον, υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Ἰερουσαλὴμ καὶ ἐπίβλεψον ἐπὶ τὰ ἅγια αὐτῶν, καὶ προφητεύσεις ἐπὶ τὴν γῆν τοῦ Ἰσραήλ.

καὶ ἐρεῖς πρὸς τὴν γῆν τοῦ Ἰσραήλ Ἰδοὺ ἐγὼ πρὸς σέ, καὶ ἐκσπάσω τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ, καὶ ἐξολεθρεύσω ἐκ σοῦ ἄδικον καὶ ἄνομον.

ἀνθʼ ὧν ἐξολεθρεύσω ἐκ σοῦ ἄδικον καὶ ἄνομον, οὕτως ἐξελεύσεται τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ οἰτοῦ ἐπὶ πᾶσαν σάρκα ἀπὸ ἀπηλιώτου ἕως βορρᾶ,

καὶ ἐπιγνώσεται πᾶσα σὰρξ διότι ἐγὼ Κύριος ἐξέσπασα τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ, οὐκ ἀποστρέψει οὐκέτι.

καὶ σύ, υἱέ ἀνθρώπου, καταστέναξον ἐν συντριβῇ ὀσφύος σου, καὶ ἐν ὀδύναις στενάξεις κατʼ ὀφθαλμοὺς αὐτῶν.

καὶ ἔσται ἐὰν εἴπωσιν πρὸς σέ Ἕνεκα τίνος σὺ στενάζεις; καὶ ἐρεῖς Ἐπὶ τῇ ἀγγελίᾳ διότι ἔρχεται, καὶ θραυσθήσεται πᾶσα καρδία, καὶ πᾶσαι χεῖρες παραλυθήσονται, καὶ ἐκψύξει πᾶσα σὰρξ καὶ πᾶν πνεῦμα, καὶ πάντες μηροὶ μολυνθήσονται ὑγρασίᾳ· ἰδοὺ ἔρχεται, λέγει κύριος Κύριος.

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

Υἱὲ ἀνθρώπου, προφήτευσον καὶ ἐρεῖς Τάδε λέγει Κύριος Εἰπόν Ῥομφαία ῥομφαία, ὀξύνου καὶ θυμώθητι,

ὅπως σφάξῃς σφάγια, ὀξύνου ὅπως γένῃ εἰς στίλβωσιν, ἑτοίμη εἰς παράλυσιν· σφάζε, ἐξουδένει, ἀπωθοῦ πᾶν ξύλον.

καὶ ἔδωκεν αὐτὴν ἑτοίμην τοῦ κρατεῖν χεῖρα αὐτοῦ· ἐξηκονήθη ἡ ῥομφαία, ἐστὶν ἑτοίμη τοῦ δοῦναι αὐτὴν εἰς χεῖρα ἀποκεντοῦντος.

ἀνάκραγε καὶ ὀλόλυξον, υἱὲ ἀνθρώπου, ὅτι αὕτη ἐγένετο ἐν τῷ λαῷ μου, αὕτη ἐν πᾶσιν τοῖς ἀφηγουμένοις τοῦ Ἰσραήλ· παροικήσουσιν, ἐπὶ ῥομφαίᾳ ἐγένετο ἐν τῷ λαῷ μου· διὰ τοῦτο κρότησον [*](AQ)[*](48 σβεσθησεται] + ετι A XX XI 1 pr tit επι Ιληυ Qᵐᵍ sub 2 δια τουτο...ανθρωπου] υιε ανου δια τουτο προφητευσον A pr οι γ᾿ ?? Q? |στη- ρισον] pr και A 3 ιδου] pr ταδε λεγει κς κς Bᵃᵇ et (sub θ᾿ ?? ) Q pr ταδε λ. κς ο θς A το εγχειριδιον μου] α᾿ ρομφαιαν μου σʼθʼ την μαχαιραν μου Qmg | εξολοθρευσω Bᵇ: : item 4 4 om ανθ ων εξολεθρευσω...ανομον A (hab Q sub ?? ) ενχεριδιον A 5 διοτι] οτι AQ ενχεριδιον Q*vid ουκ] pr και AQ αποστρεψει] επιστρεψει Q 7 διοτι] οτι A πασαι χειρες παραλυθησονται] παραλυθ. πασαι χειρες Q πασα σαρξ και sub ?? Q? | ερχεται 2⁰] +και εσται AQ | κυριος Κυριος] κς 2⁰ improb Bᵃᵇ κς ο θς A 9 Κυριος] pr αδωναι Aᵃ?Q 11 η ρομφαια] om η AQ δουναι] δοθηναι A χειρα 2⁰] χειρας A 12 εγενετο 1⁰] εγε sup ras Aᵃ? om εν 1⁰Q παροικησουσιν ...λαω μου] παρ. επει ρ. εγενετο τω λαω μου Q οι παροιπου τες μοι εις ρομφααν εγενοτο συν τω λαω μου Qmg | επι 1⁰] επει Bᵃᵇ )

427
ἐπὶ τὴν χεῖρά σου.

ὅτι δεδικαίωται· καὶ φυλὴ ἀπωσθῇ; [*](Β) οὐκ ἔσται, λέγει κύριος Κύριος.

καὶ σύ, υἱὲ ἀνθρώπου, προφήτευσον καὶ κρότησον χεῖρα ἐπὶ χεῖρα καὶ διπλασίασον ῥομφαίαν· ἡ τρίτη ῥομφαία τραυματιῶν ἐστιν, ῥομφαία τραυματιῶν ἡ μεγάλη. καὶ ἐκστήσεις αὐτούς,

ὅπως μὴ θραυσθῇ ἡ καρδία, καὶ πληθυνθῶσιν οἱ ἀσθενοῦντες ἐπὶ πᾶσαν πύλην· παραδέδονται εἰς σφάγια ῥομφαίας, εὖ γέγονεν εἰς σφαγήν, εὗ γέγονεν εἰς στίλβωσιν.

διαπορεύου, ὀξύνου ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, οὗ ἂν τὸ πρόσωπόν σου ἐξεγείρηται.

καὶ ἐγὼ δὲ κροτήσαω χεῖρά μου πρὸς χεῖρά μου καὶ ἐναφήσω θυμόν μου· ἐγὼ Κύριος λελάληκα.

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

Καὶ σύ, υἱὲ ἀνθρώπου, διάταξον σεαυτῷ δύο ὁδοὺς

τοῦ εἰσελθεῖν ῥομφαίαν βασιλέως Βαβυλῶνος· ἐκ χώρας μιᾶς ἐξελεύσονται αἱ δύο, καὶ χεὶρ ἐν ἀρχῇ ὁδοῦ πόλεως, ἐπʼ ἀρχῆς ²⁵δοῦ διατάξεις τοῦ εἰσελθεῖν ῥομφαίαν ἐπὶ Ῥαββὰθ υἱῶν Ἀμμῶν καὶ ἐπὶ τὴν Ἰουδαίαν καὶ ἐπὶ Ἰερουσαλὴμ ἐν μέσῳ αὐτῆς.