Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ ἑβδόμῳ τῇ πεντεκαιδεκάτῃ τοῦ μηνὸς ἦλθον ἄνδρες ἐκ τῶν πρεσβυτέρων οἴκου Ἰσραὴλ ἐπερωτῆσαι τὸν κύριον, καὶ ἐκάθισαν πρὸ προσώπου μου.

καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

Υἱὲ ἀνθρώπου, λάλησον πρὸς τοὺς πρεσβυτέρους τοῦ Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει Κύριος Εἰ ἐπερωτῆσαί με ὑμεῖς ἔρχεσθε; ζῶ ἐγὼ εἰ ἀποκριθήσομαι ὑμῖν, λέγει Kύριος,

εἰ ἐκδικήσω αὐτοὺς ἐκδικήσει. υἱὲ ἀνθρώπου, τὰς ἀνομίας τῶν πατέρων αὐτῶν διαμάρτυραι αὐτοῖς,

καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει Κύριος Ἀφʼ ἧς ἡμέρας ᾑρέτισα τὸν οἶκον Ἰσραήλ, καὶ ἐγνωρίσθην τῷ σπέρματι οἴκου Ἰακώβ, καὶ ἐγνώσθην αὐτοῖς ἐν γῇ [*](7 ωρυοματος Bᵃb) 8 εδωκαν επ αυτον] εδωλεν επ αυτ. Q επεθετο AQ αυτω Qmg εκ χωρων κυκλοθεν] απο χ. κ. A κ. εκ χ. Q* κ. εκ των χ. Qmg δικτυα] pr τα A διαφθορα] pr τη Qmg συνελημφθη ( ληφθη Qa)| pr και A 9 και 2⁰] + ηνεγκαν αυτον A ηλθεν] om A 5 ηγαγον αυτον Qmg | εισηγαγεν] εισηγαγον A η φωνη αυτου] αυτου η φωνη αυτου B* (η φωνη αυτου Bᵃᵇvⁱᵈ) 10 om και 1⁰ AQ 11 εγενετο] εγενοντο A |ραβδος] ραβδοι Qmg + ισχυος AQ τω μεγεθει] pr εν A στελεχεων A ειδεν Bᵃᵇ 12 εριφη A ο καυσων] om ο A εξηρανε A εξεδικηθησαν] εξεδικηθη A εξηρανθη η ραβδος] εξηρανθησαν αι ραβδοι Qmg ανηλωσαν Β* (-σεν Bᵃᵇ) 13 πεφυτευκαν] εφυτευσαν A 14 ραβδου] των ραβδων των Qmg ισχυος] + αυτης A θρηνου] θρηνους Q* (νου Qᵃ) X X 1 pr tit προς τους πρεσβυτε- ρους του Ιηλ ετει ζ΄ μηνι ε᾿ ημερα ι᾿ Qᵐᵍ sup τη πεντεκαιδεκατη] εν τω πμπτω μηνι δεκατη AQ οικου] pr του A 3 Ισραηλ] pr οικου A Κυριος 1⁰]| pr αδωναι Q om ει 1⁰ A υμιν λεγει] λεγει υμιν Q Κυριος 2⁰] pr αδωναι AQ 5 Κυριος 1⁰| κς ο θς AQ οικου] pr του A )

422
[*](B) Αἰγύπτου, καὶ ἀντελαβόμην τῇ χειρί μου αὐτῶν λέγων Ἐγὼ Κύρωος ὁ θεὸς ὑμῶν.

ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀντελαβόμην τῇ χειρί μου αὐτῶν τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου εἰς τὴν γῆν ἣν ἡτοίμασα αὐτοῖς, γῆν ῥέουσαν γάλα καὶ μέλι, κηρίον ἐστὶν παρὰ πᾶσαν τὴν γῆν.

καὶ εἶπα πρὸς αὐτοὺς Εκαστος βδελύγματα τῶν ὀφθαλμῶν ἀποριψάτω, καὶ ἐν τοῖς ἐπιτηδεύμασιν Αἰγύπτου μὴ μιαίνεσθε· ἐγὼ Κύριος ὁ θεὸς ὑμῶν.

καὶ ἀπέστησαν ἀπʼ ἐμοῦ, καὶ οὐκ ἠθέλησαν εἰσακοῦσαί μου, τὰ βδελύγματα τῶν ὀφθαλμῶν αὐτῶν οὐκ ἀπέρριψαν καὶ τὰ ἐπιτηδεύματα Αἰγύπτου οὐκ ἐγκατέλειπον. καὶ εἶπα τοῦ ἐκχέαι τὸν θυμόν μου ἐπʼ αὐτούς, τοῦ συντελέσαι οργήν μου ἐν αὐτοῖς ἐν μέσῳ γῆς Αἰγύπτου.

καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν ὧν αὐτοί εἰσιν ἐν μέσῳ αὐτῶν, ἐν οἷς ἐγνώσθην πρὸς αὐτοὺς ἐνώπιον αὐτῶν τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου.

καὶ ἤγαγον αὐτοὺς εἰς τὴν ἔρημον,

καὶ ἔδωκα αὐτοῖς τὰ προστάγματά μου, καὶ τὰ δικαιώματά μου ἐγνώρισα αὐτοῖς, ὅσα ποιήσει αὐτὰ ἄνθρωπος καὶ ζήσεται ἐν αὐτοῖς.

καὶ τὰ σάββατά μου ἔδωκα αὐτοῖς τοῦ εἶναι εἰς σημεῖον ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον αὐτῶν, τοῦ γνῶναι αὐτοὺς διότι ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτοὺς.

καὶ εἶπα πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ ἐν τῇ ἐρήμῳ Ἐν τοῖς προστάγμασίν μου πορεύεσθε. καὶ οὐκ ἐπορεύθησαν, καὶ τὰ δικαιώματά μου ἀπώσαντο, ἃ ποιήσει αὐτὰ ἄνθρωπος καὶ ζήσεται ἐν αὐτοῖς, καὶ τὰ σάββατά μου ἐβεβήλωσαν σφόδρα. καὶ εἶπα τοῦ ἐκχέαι τὸν θυμόν μου ἐπʼ αὐτοὺς ἐν τῇ ἐρήμῳ τοῦ ἐξαναλῶσαι αὐτούς.

καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν ὧν ἐξήγαγον αὐτοὺς κατʼ ὀφθαλμοὺς αὐτῶν.

καὶ ἐγὼ ἐξῆρα τὴν χεῖρά μου ἐπʼ αὐτοὺς ἐν τῇ ἐρήμῳ τὸ παράπαν τοῦ μὴ εἰσαγαγεῖν αὐτοὺς εἰς τὴν γῆν ἣν ἔδωκα αὐτοῖς, γῆν ῥέουσαν γάλα καὶ μέλι, [*](AQ)[*](5 Αιγυπτω A om μου Q λεγων εγω] λεγει Β* ᵛiᵈ (λεγων ε. Bᵃᵇ) 6 τη ημερα εκεινη Q εκ γης] εις γην A ητοιμασα] ωμοσα A κηριον] δυνατη (sic) Bᵃ ᵐᵍ 7 βδελυγματα] pr τα A σ’ αποκομματα θʼ προσ- οχθισματα σʼ τα σικχη Qmg οφθαλμων] + αυτου BᵃᵇAQ | απορριψατω Bb Αιγυπτου] ιγυπτου sup ras Bᵃᵇ 8 τα βδελ.] pr (sub ?? ) εκαστος Q | ουτων] αυτ sup ras Bᵃᵇ απερριψαν] in απε ras aliq B?ᵛⁱᵈ |ενκατε- λειπον A εγκατελιπον BbQᵃ ειπα] ειπον A οργην] pr την A Αιγυ- πτου] Aι sup ras Bᵃᵇ 9 εποιησα] pr ουκ Bc ᵛiᵈ 10 και] pr και εξηγαγον αυτους εκ γης Αιγυπτου AQ 13 πορευεσθε] + και τα δικαιωματα μου φυλασσετε του ποιειν αυτα α ποιησει αυτα ανος και ζησεται εν αυτοις και παρεπικρανα με ο οικος lηλ εν τη ερημω εν τοις προσταγμασιν μου A | om και 2⁰A | om αυτα Q* (hab Qmg) 14 εποιησα] pr ουκ A )

423
κηρίον ἐστὶν παρὰ πᾶσαν τὴν γῆν·

ἀνθʼ ὧν τὰ δικαιώματά μου [*](B) ἀπώσαντο, καὶ ἐν τοῖς προστάγμασίν μου οὐκ ἐπορεύθησαν ἐν αὐτοῖς, καὶ τὰ σάββατά μου ἐβεβήλουν, καὶ ὀπίσω τῶν ἐνθυμημάτων καρδίας αὐτῶν ἐπορεύοντο.

καὶ ἐφείσατο ὁ ὀφθαλμός μου ἐπʼ αὐτοὺς τοῦ ἐξαλεῖψαι αὐτούς, καὶ οὐκ ἐποίησα αὐτοὺς εἰς συντέλειαν ἐν τῇ ἐρήμῃ.

καὶ εἶπα πρὸς τὰ τέκνα αὐτῶν ἐν τῇ ἐρήμῳ Ἐν τοῖς νομίμοις τῶν πατέρων ὑμῶν μὴ πορεύεσθε, καὶ τὰ δικαιώματα αὐτῶν μὴ φυλάσσεσθε, καὶ ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν μὴ συναναμίσγεσθε καὶ μὴ μιαίνεσθε.

ἐγὼ Κύριος ὁ θεὸς ὑμῶν, ἐν τοῖς προστάγμασίν μου πορεύεσθε, καὶ τὰ δικαιώματά μου φυλάσσεσθε καὶ ποιεῖτε αὐτά,

καὶ τὰ σάββατά μου ἁγιάζετε, καὶ ἔστω εἰς σημεῖον ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν, τοῦ γινώσκειν διότι ἐγὼ Κύριος ὁ θεὸς ὑμῶν.