Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ σὺ λάβε θρῆνον ἐπὶ τὸν ἄρχοντα τοῦ Ἰσραήλ,

καὶ ἐρεῖς Τί ἡ μήτηρ σου σκύμνος· ἐν μέσῳ λεόντων ἐγενήθη, ἐν μέσῳ λεόντων ἐπλήθυνεν σκύμνους αὐτῆς.

καὶ ἀπεπήδησεν εἷς τῶν σκύμνων αὐτῆς, λέων ἐγένετο, καὶ ἔμαθεν τοῦ ἁρπάζειν ἁρπάγματα, ἀνθρώπους ἔφαγεν.

καὶ ἤκουσαν κατʼ αὐτοῦ ἔθνη, ἐν τῇ διαφθορᾷ αὐτῶν συνελήμφθη, καὶ ἤγαγον αὐτὸν ἐν κημῷ εἰς γῆν Αἰγύπτου.

καὶ ἴδεν ὅτι ἀπῶσται ἀπʼ αὐτῆς, ἀνώλετο ἡ ὑπόστασις αὐτῆς· καὶ ἔλαβεν ἄλλον ἐκ τῶν σκύμνων αὐτῆς, λέοντα ἔταξεν αὐτόν.

καὶ ἀνεστρέφετο ἐν μέσῳ λεόντων, λέων ἐγένετο, καὶ ἔμαθεν ἁρπάζειν ἁρπάγματα, ἀνθρώπους ἔφαγεν·

καὶ ἐνέμετο τῷ θράσει αὐτοῦ καὶ τὰς πόλεις αὐτῶν ἐξηρήμωσεν, καὶ ἠφάνισεν γῆν καὶ τὸ πλήρωμα αὐτῆς [*](AQ)[*](25 οικος] pr πας A κατευθυνει 2⁰] κατορθοι Qmg υμων] ημων A 26 τον δικαιον] om τον A 28 και] pr και ιδεν A (sed ιδ. punctis adfec A) et (sub ?? ) Q aσεβειων] των ασεβιων A 29 του Ισραηλ] om του A μοου B* (μου ου Bᵃ?ᵇ) 30 εκαστον] pr δια τουτο A et (sub οι γʼ ?? ) Q υμας] υμεις A Κυριος] pr αδωναι AQ ασεβιων A 31 ασεβειας BᵃᵇQ ησεβησατε εις εμε] εποιησαται A παινον] +και ποιησαται πασας τας εντολας μου A |Ισραηλ] + λεγει κς A 32 Κυριος] pr αδωναι AQ + και επιστρεψαται και ζησαται A +θʼ ?? και επιστρεφατε και ζησατε Q* ᵛid ( σετε Qᵃ) XIX 1 pr tit θρηνος επι τον αρχοντα Ιηλ Qᵐᵍ sup συ] + υιε ανωυ A 2 σκυμνος] λεαινα Qmg εγενηθη] ενεμηθη Qmg εν μεσω 2⁰] pr και A επληθυνε A 3 απεπηδησεν] απεδημησεν A 4 κατ αυτου] περι αυτου Qmg ουτων] αυτου Qmg συνε- ληφθη Bᵇ Qᵃ 5 ειδεν Baᵇ απωσται] αποσπαται A απωλετο] pr και A 7 τω θρασει (in θ ras aliq Β?)] pr εν A πολις A ουτων] αυτου Qmg | εξερη- μμωσεν A )

421
ἀπὸ φωνῆς ὠρύματος αὐτοῦ.

καὶ ἔδωκαν ἐπʼ αὐτὸν ἔθνη ἐκ χωρῶν [*](Β) κυκλόθεν, καὶ ἐξεπέτασαν ἐπʼ αὐτὸν δίκτυα αὐτῶν, ἐν διαφθορᾷ αὐτῶν συνελήμφθη·

καὶ ἔθεντο αὐτὸν ἐν κημῷ καὶ ἐν γαλεάγρε, ἦυλθεν πρὸς βασιλέα Βαβυλῶνος, καὶ εἰσήγαγεν αὐτὸν εἰς φυλακήν, ὅπως μὴ ἀκουσθῇ ἡ φωνὴ αὐτοῦ ἐπὶ τὰ ὄρη τοῦ Ἰσραήλ.

Ἡ μήτηρ σου ὡς ἄμπελος καὶ ὡς ἄνθος ἐν ῥόᾳ ἐν ὕδατι πεφυτευμένη, ὁ καρπὸς αὐτῆς καὶ ὁ βλαστὸς αὐτῆς ἐγένετο ἐξ ὕδατος πολλοὕ.

καὶ ἐγένετο αὕτη ῥάβδος ἐπὶ φυλὴν ἡγουμένων, καὶ ὑψώθη τῷ μεγέθει αὐτῆς ἐν μέσῳ στελεχῶν, καὶ ἴδεν τὸ μέγεθος αὐτῆς ἐν πλήθει κλημάτων αὐτῆς.

καὶ κατεκλάσθη ἐν θυμῷ, ἐπὶ γῆν ἐρρίφη, καὶ ἄνεμος ὁ καύσων ἐξήρανεν τὰ ἐκλεκτὰ αὐτῆς· ἐξεδικήθησαν, καὶ ἐξηράνθη ἡ ῥάβδος ἰσχύος αὐτῆς, πῦρ ἀνήλωσεν αὐτὴν.

καὶ νῦν πεφύτευκαν αὐτὴν ἐν τῇ ἐρήμῳ, ἐν γῇ ἀνύδρῳ.

καὶ ἐξῆλθεν πῦρ ἐκ ῥάβδου ἐκλεκτῶν αὐτῆς καὶ κατέφαγεν αὐτήν, καὶ οὐκ ἦν ἐν αὐτῇ ῥάβδος ἰσχύος· φυλὴ εἰς παραβολὴν θρήνου ἐστίν, καὶ ἔσται εἰςθρῆνον.