Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων

Καὶ σύ, υἱὲ ἀνθρώπου, τί ἂν γένοιτο τὸ ξύλον τῆς ἀμπέλου ἐκ πάντων τῶν ξύλων [*](14 αυτοι| ουτοι AQ Κυριος] pr αδωναι Aᵃ?Q) 15 εαν] + δε A | AQ επαγω] επαγαγω A ο διοδευων] om ο Q 16 ωσι ( -σιν A)] om Q Κυριος] αδωναι κς Aᵃ? ᵛⁱᵈQ η 1⁰] και A θυγατερες] + ουτων A 17 ρομφαιαν εαν επαγω] εαν ρ. επαγαγω A ρ. εαν επαξω Q διελθετω Q κτηνος] κτηνη A 18 ανδρες ουτοι A αυτης] + ωσιν A |Κυριος] pr αδωναι Aᵃ?ᵛiᵈQ ουδε] η A αυτοι] pr αλλ η A 19 η] ει Qᵃ επαποστειλω] επαγω A απαποστελω Q om γην Β* (superscr Bᵃᵇ) εξολο- θρευσαι Bᵇ: item 21 20 Ιωβ εν με Sup ras Bᵃᵇ αυτης] + ωσιν A Κυριος] pr αδωναι Aᵃ?ᵛⁱᵈ Q υπολειφθωσιν] + αυτοις A 21 Κυριος] pr αδωναι AQ εξαποστείλω] επαποστελω A εξαποστελω Q 22 υπο- λελειμμενοι BᵃᵇQᵃ αυτης 1⁰] pr εξ AQ οι εξαγουσιν εξ αυτης] ουτοι εξαξουσιν AQ ιδου 2⁰] + αυτοι AQ ουτων] + και τα ενθυμηματα αυτων και μεταμεληθησεσθε (-θαι AQ* ) επι τα κακα α επηγαγον επι (εν Q) Ιλημ πανια τα κακα (om τα Bᵃᵇ) α επηγαγον επ αυτην (23) και παρα- καλεσουσιν υμας διοτι οφεσθε (-θαι A) τας οδους ουτων Bᵃᵇ mg inf AQ 23 διοτι| οτι Q| Κυριος] pr αδωναι Aᵃ*ᵛᵃᵈQ X V 1 pr tit περι του ξυλου της αμπελου Qᵐᵃsup 2 om και συ A (hab sub obel Q) | το ξυλον] om το Q* (hab Q¹ᵐᵍ) ξυλων] + των κληματων Bab(mg)AQ )

410
[*](Β) τῶν ὄντων ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ;

εἰ λήμψονται ἐξ αὐτῆς ξύλον τοῦ ποιῆσαι εἰς ἐργασίαν; εἰ λήμψονται ἐξ αὐτῆς πάσσαλον τοῦ κρεμάσαι ἐπʼ αὐτὸν πᾶν σκεῦος;

παρέξ πυρὶ δέδοται εἰς ἀνάλωσιν, τὴν κατʼ ἐνιαυτὸν κάθαρσιν ἀπʼ αὐτῆς ἀναλίσκει τὸ πῦρ, καὶ ἐκλείπει εἰς τέλος· μὴ χρήσιμον ἔσται εἰς ἐργασίαν;

οὐδὲ ἔτι αὐτοῦ ὄντος ὁλοκλήρου οὐκ ἔσται εἰς ἐργασίαν; μὴ ὅτι ἐὰν καὶ πῦρ αὐτὸ ἀναλώσῃ εἰς τέλος, εἰ ἔσται ἔτι εἰς ἐργασίαν;

διὰ τοῦτο εἰπόν Τάδε λέγει Κύριος Ὃν τρόπον τὸ ξύλον τῆς ἀμπέλου ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ ὃ δέδωκα αὐτὸ πυρὶ εἰς ἀνάλωσιν, οὕτως δέδωκα τοὺς κατοικοῦντας Ἰερουσαλήμ.

καὶ δώσω τὸ πρόσαοπόν μου ἐπʼ αὐτούς· [*](§ Γ) ἐκ τοῦ πυρὸς ἐξελεύσονται, καὶ πῦρ αὐτοὺς καταφάγεται, καὶ ἐπιγνώσονται ὅτι ἐγὼ Κύριος ἐν τῷ στηρίσαι με τὸ πρόσωπόν μου ἐπʼ αὐτοὺς.

καὶ δώσω τὴν γῆν εἰς ἀφανισμὸν ἀνθʼ ὧν παρέπεσον παραπτώματι, λέγει Κύριος.