Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

Υἱὲ ἀνθρώπου, ἐν μέσῳ τῶν ἀδικιῶν αὐτῶν σὺ κατοικεῖς, οἱ ἔχουσιν ὀφθαλμοὺς τοῦ βλέπειν καὶ οὐ βλέπουσιν, καὶ ὦτα ἔχουσιν τοῦ ἀκούειν καὶ οὐκ ἀκοῦουσιν· διότι οἰκὸς παραπικραίνων ἐστίν.

καὶ σύ, υἱὲ ἀνθρώπου, ποίησον σεαυτῷ σκεύη αἰχμαλωσίας ἡμέρας ἐνώπιον αὐτῶν, καὶ αἰχμαλωτευθήσει ἐκ τοῦ τόπου σου εἰς τόπον ἕτερον ἐνώπιον αὐτῶν, ὅπως εἰδῶσιν διότι οἶκος παραπικραίνων ἐστίν.

καὶ ἐξοίσεις τὰ σκεύη σου σκεύη αἰχμαλωσίας ἡμέρας κατʼ ὀφθαλμοὺς αὐτῶν, καὶ σὺ ἐξελεύσῃ ἑσπέρας ὡς ἐκπορεύεται αἰχμάλωτος

ἐνώπιον αὐτῶν· διόρυξον σεαυτῷ εἰς τὸν τοῖχον, καὶ διεξελεύσῃ δι᾿ αὐτοῦ.

ἐνώπιον αὐτῶν ἐπʼ ὤμων ἀναλημφθήσῃ καὶ κεκρυμμένος ἐξελεύσῃ, τὸ πρόσωπόν σου συγκαλύψεις καὶ οὐ μὴ ἴδῃς τὴν γῆν· διότι τέρας δέδωκά [*](19 om εν Γ καρδιαν 2⁰] +αυτων A 20 ποιωσιν] ποιησουσιν A AQΓ ποιησωσι| Γ θεον] + λεγει κς A ᵛiᵈ 21 εις την καρδιαν] κατα τας καρδιας AΓ βδελυγματων] πο[σνηριων] Γᵛiᵈ om ουτων 1⁰ Γ improb ως Q? ουτων 2⁰] και των πονηρωων ων εποιησα A + ων εποιησα[ν] Γ επο- ρευετο] pr ουκ Qmg τας κεφαλας] om τας AQΓ δεδωκα] εδωκα Q |λεγει Κυριος] λεγει αδωναι κς AΓ αδωναι λ. κς Q 22 χερουβειμ AQ κερουβιμ Γ επ αυτα] ην επ αυτοις A 23 η δοξα] om η A μεσης] μεσου AΓ τους ορους Q* (του ορ. Qᵃ) adnot το ορος των ελαιων Qᵐᵍ 24 ανελα- βεν με πνευμα AΓ ειδον Bᵃᵇ 25 του κυριου] om του A μοι] + κς A X II 2 των αδικιων ουτων συ] συ οικου παραπικραινο| τος Qmg βλεπειν] οραν A 3 αιχμαλωσιας] + και αιχμαλωτισθητι AQ) και αιχμαλωτευθησει (-ση AQ) ...ενωπιον αυτων (2⁰)] pr θʼ ?? Qᵐᵍ τοπου σου (τοποσου B* τοπου σ. Bᵃᵇ) οικου σου A ετερον τοπον A ιδωσιν (-σι Qᵃ) Bᵃ? ᵇAQ) 4 εξελευση συ A εσπερας] + ενωπιο| ουτων AQ 5 om ενωπιον ουτων A?Q | διεξελευσ] εξελευσῃ Q 6 αναληφθηση συνκαλυψεις A )

404
[*](B) σε τῷ οἴκῳ Ἰσραήλ.

καὶ ἐποίησα οὕτως κατὰ πάντα ὅσα ἐνετείλατό μοι, καὶ σκεύη ἐξήνεγκα αἰχμαλωσίας ἡμέρας, καὶ ἑσπέρας διώρυξα ἐμαυτῷ τὸν τοῖχον καὶ κεκρυμμένος ἐξῆλθον· ἐπʼ ὤμων ἀνελήμφθην ἐνώπιον αὐτῶν.

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ τὸ πρωὶ λέγων

Υἱὲ ἀνθρώπου, οὐκ εἶπαν πρὸς σὲ ὁ οἶκος τοῦ Ἰσραήλ, οἶκος ὁ παραπικραίνων Τί σὺ ποιεῖς;

εἰπὸν πρὸς αὐτοὺς Τάδε λέγει κύριος Κύριος Ὁ ἄρχων καὶ ὁ ἀφηγούμενος ἐν Ἰερουσαλὴμ καὶ παντὶ οἴκῳ Ἰσραὴλ οἵ εἰσιν ἐν μέσῳ οὐτων,

εἰπὸν ὅτι ἐγὼ τέρατα ποιῶ, ὃν τρόπον πεποίηκα οὕτως ἔσται αὐτῷ· ἐν μετοικεσίᾳ καὶ ἐν αἰχμαλωσίᾳ πορεύσονται,

καὶ ὁ ἄρχων ἐν μέσῳ αὐτῶν ἐπʼ ὤμων ἀρθήσεται, καὶ κεκρυμμένος ἐξελεύσεται διὰ τοῦ τοίχου, καὶ διορύξει τοῦ ἐξελθεῖν αὐτὸν δι᾿ αὐτοῦ· τὸ πρόσαοπον αὐτοῦ συνκαλύψει ὅπως μὴ ὁραθῇ ὀφθαλμῷ, καὶ αὐτὸς τὴν γῆν οὐκ ὄψεται.

καὶ ἐκπετάσω τὸ δίκτυόν μου ἐπʼ αὐτόν, καὶ συλλημφθήσεται ἐν τῆ περιοχῇ μου, καὶ ἄξω αὐτὸν εἰς Βαβυλῶνα εἰς γῆν Χαλδαίων, καὶ αὐτὴν οὐκ ὄψεται, καὶ ἐκεῖ τελευτήσει.

καὶ πάντας τοὺς κύκλῳ αὐτοῦ τοὺς βοηθοὺς αὐτοῦ καὶ πάντας τοὺς ἀντιλαμβανομένους αὐτοῦ διασπερῶ εἰς πάντα ἄνεμον, καὶ ῥομφαίαν ἐκκενώσαο ὀπίσω αὐτῶν.

καὶ γνώσονται διότι ἐγὼ Κύριος, ἐν τῷ διασκορπίσαι με αὐτοὺς ἐν τοῖς ἔθνεσιν, καὶ διασπερῶ αὐτοὺς ἐν ταῖς χώραις.

καὶ ὑπολείψομαι ἐξ αὐτῶν ἄνδρας ἀριθμῷ ἐκ ῥομφαίας καὶ ἐκ λιμοῦ καὶ ἐκ θανάτου, ὅπως ἐκδιηγῶνται πάσας τὰς ἀνομίας αὐτῶν ἐν τοῖς ἔθνεσιν οὗ εἰσήλθοσαν ἐκεῖ, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος.

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

Υἱὲ ἀνθρώπου, τὸν ἄρτον σου μετʼ ὀδύνης φάγεσαι, καὶ τὸ ὕδωρ μετὰ βασάνου καὶ θλίψεως πίεσαι

καὶ ἐρεῖς πρὸς τὸν λαὸν τῆς γῆς Τάδε λέγει Κύριος τοῖς κατοικοῦσιν Ἰερουσαλὴμ ἐπὶ τῆς γῆς τοῦ Ἰσραήλ Τοὺς ἄρτους αὐτῶν μετʼ ἐνδείας φάγονται, καὶ τὸ ὕδωρ αὐτῶν μετὰ ἀφανισμοῦ πίονται, ὅπως ἀφανισθῇ ἡ γῆ σὺν πληρώματι [*](AQ)[*](7 σκευη (sub ?? οι γ' Qtxt et ᵐᵍ) εξηνεγκα] εξηνεγκα ως σκευη A +ως σκευη Q αχμαλωσιας] incep αισχ A* (σ 1⁰ improb Aᵃ?) διωρυξα] ωρυξα A τοιχον] +τη χειρι AQ) κεκρυμμενως Q ανεληφθην Qᵃ 9 ειπον Q |του Ισραηλ] om του A οικος 2⁰ sup ras Bᵃᵇ om A ο παραπικραινων] παραπ. εστν Q 10 ο αρχων και ο αφηγουμενος] ειπον (improb A?) τω αρχοντι και τω αφηγουμενω A τω αρχοντι ӄ τω αφηγουμενω Qmg om εν 1⁰ A 11 τερατα] incep ε (improb Q?) ποιω] +εμμεσω αυτης A αυτω] αυ- τοις A 12 αρχων] +αστων A | αυτων] αυτης A διορυξει] ορξει A συγκαλυψει BᵃᵇQ 13 συλληφθησεται Qᵃ 14 παντα] + τα| B* (non inst Bᵇ) εκκενωσω] εκχεω AQ σʼ γυμνωσω Qmg 15 διοτι] οτι Q 16 εκδιηγησωνται A om πασας A εισ ηλθοσαν B* ει| σηλθ. Bᵃ 18 οδυ. νης] ενδειας Q* (οδ. Qmg) | υδωρ] + σου A θλιψεως] εκθλιφεως A 19 Κυ. ριος] pr αδωναι AQ επι] pr και Qmg | πληρωματι] pr τω AQ)

405
αὐτῆς, ἐν ἀσεβείᾳ γὰρ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ.

καὶ αἱ [*](Β) πόλεις αὐτῶν αἱ κατοικούμεναι ἐξερημωθήσονται, καὶ ἡ γῆ εἰς ἀφανιμὸν ἔσται· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος.