Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ ἀνέλαβέν με πνεῦμα καὶ ἤγαγέν με ἐπὶ τὴν πύλην τοῦ οἴκου Κυρίου τὴν κατέναντι τὴν βλέπουσαν κατὰ ἀνατολάς. καὶ ἐπὶ τῶν προθύρων τῆς πύλης ὡς εἴκοσι καὶ πέντε ἄνδρες, καὶ ἴδον ἐν μέσῳ αὐτῶν τὸν Ἰεχονίαν τὸν τοῦ Ἐζὲρ καὶ Φαλτίαν τὸν τοῦ Βαναίου τοὺς ἀφηγουμένους τοῦ λαοῦ.

καὶ εἶπεν Κύριος πρὸς μέ Υἱὲ ἀνθρώπου, οὗτοι οἱ ἄνδρες οἱ λογιζόμενοι μάταια καὶ βουλευόμενοι βουλὴν πονηρὰν ἐν τῇ πόλει ταύτῃ·

οἱ λέγοντες Οὐχὶ προσφάτως οἰκοδόμηνται [*](15 και] pr (14) και τεσσερα προσωπα τω ενι το προσωπον του ενος προσ- AQΓ ωπρν ( +του Q) χερουβ και το προσωπον του δευτερου προσωπον ανου και το προσωπον του τριτου προσωπον (και το τριτον προσωπον Q) λεοντος και το τεταρτον προσωπον αετου A et (sub θʼ ?? ) Q τα χερουβειν ησαν] επηραν τα χερουβειν (χερουβ Q) AQ ειδον A 16 χερουβειμ bis Q: item 18 | επορευοντο] και A ουκκ επεστρεφον οι τροχοι ουτων| σʼ ουκ απελειποντο οι τροχοι Qmg ουτων 3⁰] και γε αυτοι απο των εχομενα ουτων A et (sub ?? ) Q + απ[ο των] εχ[ομε]|νω[ν] (εφ.. Cozz) αυ[των] Γ ᵛiᵈ 18 εξηλθον Q δοξα] pr η Γ απο] + του αιθριου AΓ et (sub ?? ) Q 19 χερουβειμ QΓ : item 2o εξελθειν] εξαιρειν A θεου] pr κυ A 20 ειδον BᵃᵇA 21 τεσ- σερα] pr (sub α᾿ θʼ ?? ) τεσσερα Q οκτω improb ut vid A? τεσσαρες Q και 2⁰] εις Qᵛⁱᵈ 22 ομοιωσις] ομοιωμα AQ ειδον AΓ επι του ποταμου του Χο- βαρ (θ' ποι. Χοβ.)] +την ορασιν-ρυτων AΓ et (sub θ' ?? ) Q X 1 1 κατα] κατ AQ | και 3⁰] + ιδου BᵃᵇAQΓ ειδον BᵃᵇΓ τον Ἰεχονιαν] Ιεζονιαν Q Bζερ] Ιαζερ A Αζουρ Q Αερ Qmg (adnot ωτα αυτης Qmg) Ιεζερ Γ | Φαλτιαν] Φαντιαν B* adnot πτωσις αποκεκλικυια Qmg Βαναιου] adnot οικοδρμη η οικος Ιαω Qmg 2 ματαια] in τ ras aliq B? 3 ωκοδομηνται AΓ SEΡΓ. III. )

402
[*](B) αἱ οἰκίαι; αὕτη ἐστὶν ὁ λέβης, ἡμεῖς δὲ τὰ κρέα.

διὰ τοῦτο προφήτευσον ἐπʼ αὐτούς, προφήτευσον, υἱὲ ἀνθρώπου.

καὶ ἔπεσεν ἐπʼ ἐμὲ πνεῦμα καὶ εἶπεν πρὸς μέ Λέγε Τάδε λέγει Κύριος Οὕτως εἴπατε, οἶκος Ἰσραήλ, καὶ τὰ διαβούλια τοῦ πνεύματος ὑμῶν ἐγὼ ἐπίσταμαι·

ἐπληθύνατε νεκροὺς ὑμῶν ἐν τῇ πόλει ταύτῃ, καὶ ἐνεπλήσατε τὰς ὁδοὺς αὐτῶν τραυματιῶν.

διὰ τοῦτο τάδε λέγει Κύριος Τοὺς νεκροὺς ὑμῶν οὓς ἐπατάξατε ἐν μέσῳ αὐτῆς, οὗτοί εἰσιν τὰ κρέα, αὕτη δὲ ὁ λέβης ἐστίν, καὶ ὑμᾶς ἐξάξω ἐκ μέσου αὐτῆς.

όομφαίὰαν φοβεῖσθε, καὶ ῥομφαίαν ἐπάξω ἐφʼ ὑμᾶς, λέγει Κύριος.

καὶ ἐξάξω ὑμᾶς ἐκ μέσου αὐτῆς, καὶ παραδώσω ὑμᾶς εἰς χεῖρας ἀλλοτρίων, καὶ ποιήσω ἐν ὑμῖν κρίματα.

ἐν ῥομφαίᾳ πεσεῖσθε, ἐπὶ τῶν ὀρέων τοῦ Ἰσραὴλ κρινῶ ὑμᾶς· καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος.

καὶ ἐγένετο ἐν τῷ προφητεύειν με καὶ Φαλτίας ὁ τοῦ Βαναίου ἀπέθανεν, καὶ πίπτω ἐπὶ πρόσωπόν μου, καὶ ἀνεβόησα φωνῇ μεγάλῃ καὶ εἶπα Οἵμοι οἴμοι, Κύριε, εἰς συντέλειαν σὺ ποιεῖς τοὺς καταλοίπους τοῦ Ἰσραήλ;

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

Υἱὲ ἀνθρώπου, οἱ ἀδελφοί σου καὶ οἱ ἄνδρες τῆς αἰχμαλωσίας σου καὶ πᾶς ὁ οἶκος τοῦ Ἰσραὴλ συντετέλεσται, οἷς εἶπαν αὐτοῖς οἱ κατοικοῦντες Ἰερουσαλήμ Μακρὰν ἀπέχετε ἀπὸ τοῦ κυρίου, ἡμῖλ δέδοται ἡ γῆ εἰς κληρονομίαν.

διὰ τοῦτο εἰπόν Τάδε λέγει Κύριος ὅτι Ἀπώσομαι αὐτοὺς εἰς τὰ ἔθνη, καὶ διασκορπιῶ αὐτοὺς εἰς πᾶσαν γῆν, καὶ ἔσομαι αὐτοῖς εἰς ἁγίασμα μικρὸν ἐν ταῖς χώραις οὗ ἂν εἰσέλθωσιν ἐκεῖ

διὰ τοῦτο εἰπόν Τάδε λέγει Κύριος Καὶ εἰσδέξομαι αὐτοὺς ἐκ τῶν ἐθνῶν, καὶ συνάξω αὐτοὺς ἐκ τῶν χωρῶν οὖ διέσπειρα αὐτοὺς ἐν αὐταῖς, καὶ δώσω αὐτοῖς τὴν γῆν τοῦ Ἰσραήλ·

καὶ εἰσελεύσονται ἐκεῖ, καὶ ἐξαροῦσιν πάντα τὰ βδελύγματα αὐτῆς καὶ πάσας τὰς ἀνομίας αὐτῆς ἐξ αὐτῆς.

καὶ δώσω αὐτοῖς καρδίαν ἑτέραν, καὶ [*](AQΓ)[*](3 οικειαι B* ( -κιαι Bᵇ) 4 υιε ανθρ sup ras B1 fort 5 επεσεν] επεπεσεν Qmg (de Q* non liq) Γ πνευμα] +κυ AQΓ Κυριοε] pr αωναι Γ οικος] pr ο A 6 οyτων] αυτης AQ 7 Κυριος] pr αδωναι AQΓ επαταξατε] εφονευ- σατε A (φ ex π fec ν sup ras Aa) 8 Κυριος] pr αδωναι AQΓ 10 επι] pr και A | Κυριος] + αυτη υμιν ουκ εσται εις λεβητα και υμεις ου μη γενησθαι (-θε Q) εμμεσῳ (εν μ. Q) αυτης εις κρεα επι των ορεων (οριων Q) του Ιηλ κρινω υμας και επιγνωσεσθαι (-θε Q) διοτι (οτι Q) εγω κς AQΓᵛⁱᵈ + (post κς sub θ ?? usque εποιησατε 1⁰) οτι εν τοις δικαιωμασιν μου ουκ επορευθητε και τα κριματα μου ουκ εποιησατε και κατα τα κριματα των εθνων των περιπυπλω υμων εποιη- σατε Q 13 Φαλτιας] adnot πτωωσις αποκεκληκυια (corr αποκεκλιπ.) Qmg Βαναιου] adnot οικοδομημα η οικος Ιαω Qmg Κυριε] pr αδωναι AQ) 15 οι αδελφοι] pr καιΓvⁱᵈ | σου 1⁰] + (sub οι γ’ ??) αδελφοισου Q τουκυριου] om του Q ημινν] +αυτοιςQ 16 Κυριος] pr αδωναιAQΓ γην] prτην A αν] εαν A 17 om ειπον A Κυριος] pr αδωναι AQ | και εισδεξομαι...Ισραηλ sup ras Aa )

403
πνεῦμα καινὸν δώσω ἐν αὐτοῖς, καὶ ἐκσπάσω τὴν καρδίαν τὴν λιθίνην [*](B) ἐκ τῆς σαρκὸς αὐτῶν καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην,

ὅπως ἐν. τοῖς προστάγμασίν μου πορεύσονται, καὶ τὰ δικαιῶματά μου φυλάσσωνται καὶ ποιῶσιν αὐτά, καὶ ἔσονταί μοι εἰς λαὸν καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς θεόν.

καὶ εἰς τὴν καρδίαν τῶν βδελυγμάτων αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν, ὡς ἡ καρδία αὐτῶν ἐπορεύετο, τὰς ὁδοὺς αὐτῶν εἰς τὰς κεφαλὰς αὐτῶν δέδωκα, λέγει Κύριος.

Καὶ ἐξῆραν τὰ χερουβεὶν τάς πτέρυγας αὐτῶν, καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτῶν, καὶ ἡ δόξα θεοῦ Ἰσραὴλ ἐπʼ αὐτὰ ὑπεράνω αὐτῶν.